ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. α΄ 18-27
18 Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, 19 διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε. 20 τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, 21 διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· 22 φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, 23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. 24 Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς, 25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. 26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, 27 ὁμοίως δὲ καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ε΄ 20-26
20 Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 21 Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ὃς δ᾿ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει. 22 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾿ ἂν εἴπῃ μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. 23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, 24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. 25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾿ αὐτοῦ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ καὶ ὁ κριτής σε παραδῷ τῷ ὑπηρέτη, καὶ εἰς φυλακὴν βληθήσῃ· 26 ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΑΓΡΙΠΠΙΝΑ
Στίς 23 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μάρτυρος Ἀγριππίνης. Ἡ ἁγία Ἀγριππίνα καταγόταν ἀπό τήν Ρώμη καί ἀπό νεαρά ἡλικία ἀφιερώθηκε στόν Κύριο καί ἀγωνίσθηκε νά καθαρισθῆ ἀπό τά πάθη καί νά στολισθῆ μέ τίς ἀρετές καί μάλιστα μέ τήν ἀρετή τῆς παρθενίας. Ποθώντας νά μαρτυρήση γιά τόν νυμφίο της Χριστό παραδόθηκε σέ φρικτά βασανιστήρια. Ἔτσι οἱ ἐχθροί τῆς πίστεως, ἐπειδή δέν μπόρεσαν νά τήν ἐξαναγκάσουν νά ἀρνηθῆ τόν Χριστό, τήν κτύπησαν στό στόμα, κατόπιν τήν γύμνωσαν καί τήν μαστίγωσαν ἀνελέητα. Τέλος ἡ ἁγία μάρτυς τοῦ Χριστοῦ, ἀφοῦ τήν βασάνισαν στρεβλώνοντας τά ἄκρα τοῦ σώματός της καί μή ἀντέχοντας τούς πόνους, παρέδωσε τήν ψυχή της, ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου καί ὁδηγήθηκε στήν οὐράνια μακαριότητα. Τρεῖς νέες, ἡ Βάσσα, ἡ Παῦλα καί ἡ Ἀγαθονίκη, ἀφοῦ πῆραν τό τίμιο σῶμα της τό πῆγαν καί τό ἐνταφίασαν στήν νῆσο τῆς Σικελίας, μέ ἀποτέλεσμα ἡ Σικελία νά ἀπελευθερωθῆ ἀπό τό σκότος τῆς πλάνης τῶν δαιμόνων καί οἱ κάτοικοί της νά πιστέψουν στόν Χριστό ὡς Θεό ἀληθινό. Ἔτσι τά ἱερά λείψανα τῆς ἁγίας Ἀγριππίνης ἀπό τότε μέχρι σήμερα εἶναι πηγή θαυμάτων καί ἰάσεων ἀπό κάθε ἀσθένεια.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας πίστεως.)
Θεῖον Πνεύματι, κραταιωθεῖσα, ἠνδραγάθησας, γενναιοφρόνως, Ἀγριππίνα παρθενίας ὀσφράδιον ὅθεν Χριστοῦ δοξασθεῖσα τὴ χάριτι, πηγᾶς θαυμάτων βλυστάνεις τοὶς πέρασι. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Φίλτρῳ πτερεωθεῖσα ὑπερφυεῖ, νύμφη ἀνεδείχθης, τοῦ Σωτῆρος πανευπρεπής, Οὗ ἰχνηλατοῦσα, μαρτυρικῶς τό πάθος, τῆς τούτου Ἀγριππίνα εὐκλείας ἔτυχες.