Τρίτη 22 Ιουνίου 2021

Ο ΑΓΙΟΣ ΕΥΣΕΒΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΣΑΜΟΣΑΤΩΝ

22 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. α΄ 1-7, 13-17

    1 Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ 2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις 3 περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυΐδ κατὰ σάρκα, 4 τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, 5 δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, 6 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ, 7 πᾶσι τοῖς οὖσι ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

    13 Oὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. 14 Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· 15 οὕτω τὸ κατ᾿ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐγγελίσασθαι. 16 οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. 17 δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. δ΄ 23 – ε΄ 13

    23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. 24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς· 25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

    1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, 2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· 3 μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 4 μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακλήθησονται. 5 μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. 6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. 7 μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. 8 μακάριοι οἱ καθαροί τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. 9 μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. 10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. 12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. 13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΕΥΣΕΒΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΣΑΜΟΣΑΤΩΝ

     Στίς 22 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Εὐσεβίου, Ἐπισκόπου Σαμοσάτων. Ὁ ἅγιος Εὐσέβιος ἔζησε στούς χρόνους τοῦ αἱρετικοῦ βασιλέα Κωνστάντιου, γιοῦ τοῦ Μεγάλου Κωνσταντίνου καί ἦταν ἔνθερμος ὑποστηρικτής τῆς ὀρθοδόξου πίστεως. Ὅταν χειροτονήθηκε Ἐπίσκοπος Σαμοσάτων, νουθετοῦσε τό ποίμνιό του μέ ζῆλο τά ὀρθόδοξα δόγματα, γιά αὐτό ὑπέστη διώξεις ἀπό τόν ἀρειανόφρονα αὐτοκράτορα. Ὅταν κάποτε ὁ Κωνστάντιος τόν φοβέρισε ὅτι θά τοῦ ἀποκόψη τό δεξιό του χέρι, ὁ ἅγιος Εὐσέβιος μέ πολύ θάρρος προέκτεινε καί τό ἀριστερό, γιά νά δείξη ὅτι εἶναι ἕτοιμος νά ὑποστῆ κάθε μαρτύριο γιά τήν πίστη του. Μετά τόν θάνατο τοῦ αἱρετικοῦ αὐτοκράτορα ἀνέβηκε στόν θρόνο ὁ εἰδωλολάτρης Ἰουλιανός, ὁ ὁποῖος ἐξαπέλυσε νέους καί σκληρότερους διωγμούς κατά τῶν χριστιανῶν καί τοῦ Εὐσεβίου. Ὅταν πέθανε ὁ δυσσεβής Ἰουλιανός ἀνῆλθε στόν θρόνο ὁ αἱρετικός Οὐάλης, ὁ ὁποῖος τόν ἐξόρισε στόν Δούναβη ποταμό, γιά νά τόν ἀπομακρύνη ἀπό τό ποίμνιό του. Μέ τόν θάνατο τοῦ ἀρειανόφρονα Οὐάλη ὁ ἅγιος Εὐσέβιος ἐπανῆλθε στήν ἐπισκοπή του καί ἀγωνίσθηκε νά διαδώση τά ὀρθόδοξα δόγματα στόν λαό. Τέλος, μετά ἀπό πολλούς ἀγῶνες ἀξιώθηκε καί μαρτυρικοῦ τέλους. Κάποια μέρα περνοῦσε ἔξω ἀπό τό σπίτι μιᾶς κακόδοξης γυναίκας καί αὐτή τοῦ ἔρριξε μέ μῖσος στό κεφάλι ἕνα κεραμίδι, μέ ἀποτέλεσμα νά πεθάνη ὁ ἅγιος Ἱεράρχης καί νά ἀξιωθῆ ἔτσι τοῦ στεφάνου τοῦ μαρτυρίου καί μάλιστα σάν ἄλλος Στέφανος, πρίν παραδώση τήν ψυχή του συγχώρεσε τήν φονέα του.

Ἀπολυτίκιον
(Ἦχος δ΄. Ταχὺ προκατάλαβε.)

Σοφίας τοῦ Πνεύματος, καταυγασθεῖς τῷ φωτί, τὸν λόγον ἐτράνωσας, τῆς εὐσέβειας ἠμίν, Εὐσέβιε ἔνδοξε, σὺ γὰρ ἱεραρχήσας, εὐσεβῶς τὴ Τριάδι, ἤθλησας θεοφρόνως, καὶ τὴν πλάνην καθεῖλες. Καὶ νῦν Πάτερ δυσώπησον, σώζεσθαι ἅπαντας

Μεγαλυνάριον

Χαίροις τῆς Τριάδος μυσταγωγέ, καί τῶν Σαμοσάτων, Ποιμενάρχα καί ὁδηγέ. Χαίροις ὁ τοῦ Λόγου, πιών μετ’ εὐφροσύνης, ποτήριον τό θεῖον μάκαρ Εὐσέβιε.