ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ι΄ 1-16
1 Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, 2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός, 3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. 4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
5 καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον· 6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. 7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, 8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. 9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. 10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις, 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς, 12 ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 14 ὁ δὲ Πέτρος εἶπε· μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. 15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου. 16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ς΄ 56-69
56 Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. 57 καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι᾿ ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. 59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ. 60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν; 61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει; 62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63 τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. 64 ἀλλ᾿ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. 65 καὶ ἔλεγε· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου. 66 Ἐκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾿ αὐτοῦ περιεπάτουν. 67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΕΝ ΤΩ ΘΑΥΜΑΣΤῼ ΟΡΕΙ
Στίς 24 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τὸν ὅσιο Συμεών, ὁ ὁποῖος ἤθλησε στὸ Θαυμαστὸ ὄρος. Ὁ ὅσιος Συμεὼν ἔζησε κατὰ τοὺς χρόνους τοῦ βασιλέα Ἰουστίνου τοῦ δευτέρου (565-578). Γεννήθηκε στὴν Ἀντιόχεια τῆς Συρίας καὶ μάλιστα συνελήφθη στὴν κοιλία τῆς μητέρας του μετὰ ἀπὸ προσευχὴ. Ὁ ἅγιος Ἰωάννης ὁ Πρόδρομος τῆς προεμήνυσε τὴν τελειότητα, τὴν ὁποία ἐπρόκειτο νὰ λάβη ὁ υἱός της. Λέγεται ὅτι ὁ ὅσιος Συμεὼν, ὅταν εὑρισκόταν στὴν βρεφικὴ ἡλικία δὲν ἐβύζαξε ποτὲ ἀπὸ τὸν ἀριστερὸ μαστὸ τῆς μητέρας του. Σὲ ἡλικία ἕξι ἐτῶν, ἀφοῦ κατεφρόνησε ὅλες τὶς γήινες ἀσχολίες τῆς ἡλικίας του, ἀνέβηκε σὲ ἕνα βουνό, ὅπου ζοῦσε τόσο σκληρὴ ζωή, τὴν ὁποία μόλις καί μετὰ βίας ἡλικιωμένοι ἄνδρες ἦσαν ἱκανοὶ νὰ ἀκολουθήσουν. Καὶ ἐνῶ βρισκόταν μέσα σὲ αὐτὸ τὸ σῶμα ὑπερέβη τὰ φυσικά ἰδιώματά του, ὥστε δὲν τρεφόταν μὲ ἀνθρώπινο φαγητό, ἀλλὰ μὲ οὐράνιο ἕως τῆς κοιμήσεώς του. Εἶχε κατορθώσει νὰ ἀποκτήση ὅλες τὶς ἀρετὲς καὶ ὁ Θεὸς τὸν ἐκόσμησε καὶ μὲ τὴν ἀρετὴ τῆς θαυματουργίας. Ὅταν κατέβηκε ἀπὸ τὸ ὄρος παρέμεινε γιὰ ἕξι χρόνια σὲ ἕνα μοναστήρι καὶ κατόπιν ἀνέβηκε σὲ ἕνα στῦλο, ὅπου ἐστάθηκε πάνω σὲ αὐτὸν δέκα ὀκτὼ χρόνια. Ἔπειτα ἀνέβηκε στὸ Θαυμαστὸ ὄρος ὅπου διέμεινε σὲ ἕνα ἄγριο τόπο γιὰ δέκα χρόνια. Μετὰ ἀνέβηκε σὲ ἕνα μικρὸ στῦλο, ὅπου κάθησε πάνω σὲ αὐτὸν γιὰ σαράντα πέντε χρόνια. Ὁ ὅσιος Συμεὼν ἔζησε συνολικὰ ἑβδομήντα ἐννέα χρόνια μὲ ὑπεράνθρωπη ἄσκηση καὶ ὑπομονὴ καὶ ἔτσι παρέδωσε τὸ πνεῦμα του στὸν Κύριο.
Ἀπολυτίκιον (Ἦχος α΄. Τῆς ἐρήμου πολίτης)
Ὡς ἀείφωτος λύχνος δωρεῶν τῆς ἀσκήσεως, ἐν τῷ Θαυμαστῷ Πάτερ Ὄρει, διαπρέψας ἀνέλαμψας, καὶ κλίμακα ἐκ γῆς, πρὸς οὐρανὸν, τὸν στῦλόν σου ὑπέθου ἀληθῶς, Συμεὼν θαυματοφόρε τοῖς εὐσεβῶς, προστρέχουσι τῇ Μάνδρᾳ σου. Δόξα τῷ δεδωκότι σου ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Μεγαλυνάριον
Ὄρος κατοικήσας τὸ Θαυμαστόν, τὸν ἐξ αἰωνίων, ἀπαυγάζοντα θαυμαστῶς, ὀρέων Δεσπότην, δόξασας θείοις πόνοις, λαμπρῶς ἐθαυμαστώθης, Συμεὼν Ὅσιε.