ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. θ΄ 19-31
19 Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ὄντων ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς, 20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. 21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ᾧδε εἰς τοῦτο ἐλήλυθεν, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός. 23 ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν, παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσι· 25 λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς καθῆκαν διὰ τοῦ τείχους χαλάσαντες ἐν σπυρίδι. 26 Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής.
27 Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαῤῥησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. 28 καὶ ἦν μετ᾿ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλὴμ καὶ παῤῥησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, 29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτὸν ἀνελεῖν. 30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. 31 Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου, καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ιε΄ 17 – ις΄ 2
17 Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου.25 ἀ λλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. 26 ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε.
ις΄ 1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΒΑΣΙΛΙΣΚΟΣ
Στίς 22 Μαΐου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου μάρτυρος Βασιλίσκου, ἀνεψιοῦ τοῦ ἁγίου Θεοδώρου τοῦ Τήρωνος. Ὁ ἅγιος Βασιλίσκος ἔζησε κατά τούς χρόνους τοῦ βασιλέα Μαξιμιανοῦ καί καταγόταν ἀπό τήν περιοχή τῆς Ἀμασείας τῆς Μαύρης Θάλασσας. Τό 295 ὁ Μαξιμιανός ἔστειλε στήν Ἀνατολή τόν ἡγεμόνα Ἀγρίππα μέ σκοπό νά ἐκδιώξη τούς χριστιανούς. Τότε ἦταν πού συνελήφθη ὁ ἅγιος Βασιλίσκος καί φυλακίσθηκε. Εὑρισκόμενος στήν φυλακή τοῦ παρουσιάσθηκε ὁ Κύριος, ὁ ὁποῖος τόν πρόσταξε ὅτι, ἀφοῦ δραπετεύση, νά γυρίση στούς οἰκείους του, γιά νά τούς κατηχήση, κατόπιν νά πάη στά Κόμανα τῆς Καππαδοκίας, ὅπου ἐπρόκειτο νά μαρτυρήση. Ὅταν ὁ ἡγεμόνας ἀντελήφθη τήν ἀπουσία του ἔστειλε στρατιῶτες, γιά νά τόν συλλάβουν. Πράγματι τόν συνέλαβαν καί γιά νά τόν τιμωρήσουν τοῦ φόρεσαν ὑποδήματα μέ καρφιά. Ἔτσι ὁδηγώντας τον στόν ἡγεμόνα ἔκαναν μία στάση σέ κάποιο χωριό καί, ἀφοῦ τόν ἔδεσαν σέ ἕνα ξερό πλάτανο, φιλοξενήθηκαν σέ κάποια γυναίκα. Κατά τήν διάρκεια τοῦ δείπνου ὁ Θεός ἐπέτρεψε νά γίνη σεισμός καί νά βλαστήση ὁ ξερός πλάτανος. Ἔντρομοι οἱ στρατιῶτες ἐλευθέρωσαν τόν ἅγιο Βασιλίσκο καί, ἀφοῦ τόν παρακάλεσαν νά τούς συγχωρέση, τοῦ ζήτησαν νά τούς βαπτίση μαζί μέ τήν γυναίκα πού τούς φιλοξενοῦσε καί τούς οἰκείους της. Ὅταν ἀργότερα παρουσιάσθηκε ὁ μάρτυς στόν ἡγεμόνα, εὑρισκόμενοι στόν ναό τῶν εἰδώλων, ὁ ἅγιος μέ τήν προσευχή του γκρέμισε τά εἴδωλα καί τόν ναό. Ὁ ἡγεμόνας κυριευμένος ἀπό θυμό διέταξε νά ἀποκεφαλίσουν τόν ἅγιο καί νά ρίξουν τό σῶμα του στόν ποταμό. Ἔτσι ὁ ἅγιος Βασιλίσκος ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου, οἱ δέ χριστιανοί τῶν Κομάνων ἔκτισαν Ναό ἀφιερωμένο στόν μάρτυρα, ὅπου ἐναπέθεσαν τό τίμιο λείψανό του, τό ὁποῖο εἶναι ἀπό τότε πηγή ἰαμάτων καί θαυμάτων.
Ἀπολυτίκιον (Ἦχος πλ.α΄. Τόν συνάναρχον Λόγον)
Ὡς βασίλειον δῶρον καὶ θῦμα ἅγιον, τῷ Βασιλεῖ τῶν αἰώνων καὶ ἀθλοθέτῃ Θεῷ, δι’ ἀθλήσεως στερρᾶς προσήχθης ἔνδοξε· σὺ γὰρ τὴν πλάνην καθελὼν, στρατιώτης εὐκλεὴς, πανεύφημε Βασιλίσκε, τῆς ἀληθείας ἐδείχθης, Χριστῷ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Μεγαλυνάριον
Ἄνθραξ εὐσεβείας ἀναδειχθείς, πυρί οὐρανίῳ, κατενέπρησας θαυμαστῶς, εἰδώλων τεμένη, θεόφρον Βασιλίσκε, πυρί δέ ζωηφόρον θερμαίνεις ἄπαντας.