Παρασκευή 19 Φεβρουαρίου 2021

ΑΓΙΑ ΦΙΛΟΘΕΗ Η ΑΘΗΝΑΙΑ

 19 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Πετρ. α΄ 1-10

     1 Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ· ,2χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. 3 Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς, 4 δι᾿ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. 5 καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, 6 ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, 7 ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. 8 ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· 9 ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. 10 διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μαρκ. ιγ΄ 1-9

     1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2 καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ. 3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· 4 εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; 5 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 6 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. 7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος. 8 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. 9 ἀρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΑ ΦΙΛΟΘΕΗ Η ΑΘΗΝΑΙΑ

     Στίς 19 Φεβρουαρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τῆς ὁσιομάρτυρος Φιλοθέης τῆς Ἀθηναίας. Ἡ ἁγία Φιλοθέη καταγόταν ἀπό τήν Ἀθήνα, ἀπό γονεῖς εὐσεβεῖς καί φιλόχριστους καί μάλιστα ἦταν καρπός προσευχῆς, ἀπό δέ τήν μικρή της ἡλικία προμήνυε τήν μετέπειτα ζωή της. Σέ ἡλικία δώδεκα χρόνων παντρεύθηκε κάποιον προύχοντα τῆς Ἀθήνας, μετά ἀπό πιέσεις τῶν γονέων της, διότι ἡ ἁγία Φιλοθέη εἶχε πόθο νά ἀφιερωθῆ στόν Χριστό. Ὁ ἄνθρωπος αὐτός ὅμως ἦταν σκληρός καί τήν ἔθλιβε καθημερινά, ἡ ἁγία ὅμως ὑπόμενε καί ἀγωνιζόταν γιά τήν διόρθωσή του ἕως πού κοιμήθηκε τρία χρόνια μετά ἀπό τόν γάμο τους. Ἡ ἁγία ἀπό τότε ζοῦσε μέ νηστεῖες, ἀγρυπνίες καί προσευχές καί ὅταν κοιμήθηκαν οἱ γονεῖς της ἔκτισε παρθενώνα ἀφιερωμένο στόν ἅγιο Ἀνδρέα. Ἐκάρη μοναχή καί πολλές μοναχές μαζεύθηκαν γύρω της. Μάλιστα ἔκτισε, ὡς ἄλλος ἅγιος Βασίλειος, νοσοκομεῖα καί ξενοδοχεῖα, ὅπου ἔβρισκαν καταφύγιο πολλοί πτωχοί ἄνθρωποι ἀλλά καί χριστιανές πού ἦταν αἰχμάλωτες σέ Τούρκους, τίς ὁποῖες ἔκρυβε καί τίς στερέωνε στήν πίστη τους. Γιά τόν λόγο αὐτό οἱ Τοῦρκοι τήν συνέλαβαν καί τήν φυλάκισαν καί μάλιστα θά τήν θανάτωναν, ἐάν δέν ἐπενέβαιναν εὐσεβεῖς χριστιανοί, οἱ ὁποῖοι ἀφοῦ καταπράϋναν τόν κριτήν, τήν ἐλευθέρωσαν. Ἔτσι ἡ ἁγία συνέχιζε τίς ἀγαθοεργίες, τρέφοντας τούς πτωχούς καί ἰατρεύοντας τά ψυχικά πάθη τῶν ἀνθρώπων. Ἐπειδή ὅμως οἱ Τοῦρκοι ἔτρεφαν μῖσος ἐναντίον της, εὑρισκόμενη ἡ ἁγία στό μετόχι τῆς Μονῆς στά Πατήσια, κάποιο βράδυ τήν κτύπησαν ἀνελέητα καί ἡ ἁγία μετά ἀπό λίγο καιρό (19 Φεβρουαρίου 1589) ἐξ αἰτίας τῶν κτυπημάτων, παρέδωσε τό πνεῦμα της στόν Κύριο καί ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Εἴκοσι μέρες μετά την κοίμησή της ὁ τόπος, πού εἶχαν ἐναποθέσει οἱ χριστιανοί τό τίμιο σῶμα της, μυρόβλυσε.

Ἀπολυτίκιον
Ἀθηναίων ἡ πόλις ἡ περιώνυμος Φιλοθέην τιμᾷ τὴν ὁσιομάρτυρα καὶ ἀσπάζεται αὐτῆς τὸ θεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν ἀθλήσει καὶ μαρτυρίῳ, καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα, διδόναι πᾶσι τὸ θεῖον ἔλεος.