Σάββατο 20 Φεβρουαρίου 2021

Ο ΑΓΙΟΣ ΛΕΩΝ ΕΠΙΣΚΟΠΟΣ ΚΑΤΑΝΗΣ

 20 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Τιμ. β΄ 11-19

     11 Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. 14 Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, 17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός, 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. 19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιη΄ 2-8

     2 Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. 3 χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. 4 καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, 5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. 6 εἶπε δὲ ὁ Κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· 7 ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς; 8 λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΛΕΩΝ ΕΠΙΣΚΟΠΟΣ ΚΑΤΑΝΗΣ

     Στίς 20 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Λέοντος τοῦ θαυματουργοῦ, ἐπισκόπου Κατάνης. Ὁ ἅγιος Λέων ἔζησε κατά τούς χρόνους τοῦ Λέοντος τοῦ Σοφοῦ καί καταγόταν ἀπό τήν Ραβέννα τῆς Ἰταλίας ἀπό γονεῖς εὐσεβεῖς καί εὐγενεῖς. Γιά τήν καθαρότητα τῆς ζωῆς του χειροτονήθηκε ἱερέας καί ἀργότερα ἐπίσκοπος στήν πόλη τῆς Κατάνης τῆς Σικελίας, ὅπου ἔλαμψε ὡς φωστήρας τῆς Ἐκκλησίας διδάσκοντας καί προσευχόμενος γιά τό ποίμνιό του, προστατεύοντας τούς πτωχούς καί τίς χῆρες, ἐκδιώκοντας τήν εἰδωλολατρία καί κάνοντας θαύματα. Μάλιστα ὁ ἅγιος Λέων ἔκτισε Ναό μεγαλοπρεπῆ πρός τιμήν τῆν ἁγίας Λουκίας. Ἕνα ἀπό τά θαύματα πού ἐπιτέλεσε ἦταν μέ τόν μάγο Ἡλιόδωρο. Ὁ μάγος αὐτός ἐνοχλοῦσε πολύ τήν Ἐκκλησία τῆς Κατάνης, γι᾽ αὐτό ὁ ἅγιος Λέων, ἀφοῦ τόν συνέλαβε τόν ἔδεσε μέ τό πετραχήλι του καί ἀφοῦ ἄναψε μία μεγάλη φωτιά καί ἀποκάλυψε δημόσια κάθε ψεῦδος καί μηχανορραφία του μπῆκε μαζί του μέσα στήν φωτιά. Ὁ Θεός ἐπέτρεψε ὄχι μόνο νά μείνει ὁ ἀβλαβής ἅγιος Λέων ἀλλά καί τό πετραχήλι του νά μείνη ἀνέπαφο ἐνῶ ὁ μάγος κατακάηκε. Ἦταν τόση ἡ φήμη τοῦ ἁγίου πού ὁ αὐτοκράτορας ἔστειλε ἀνθρώπους του νά τόν ὁδηγήσουν στήν Πόλη. Ὁ ἅγιος Λέων ὅσο ζοῦσε ἔκανε πολλά θαύματα ἀλλά καί μετά τήν κοίμησή του συνεχίζει νά θαυματουργῆ.

Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:

«Ἱερέων ἀκρότης εὐσεβείας διδάσκαλος καὶ θαυματουργὸς ἀνεδείχθης, Ἱεράρχα πανόλβιε· ἠθῶν γὰρ οὐρανίων τῷ φωτί, τοῦ Πνεύματος πλουτήσας τὴν ἰσχύν, θεραπεύεις τοὺς νοσοῦντας καὶ τὰς ψυχάς, Λέων τῶν προσιόντων σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα».