19 Ἰανουαρίου
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. ιβ΄ 6-14
6 Ἒχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, 7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, 8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι. 9 Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, 10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, 11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, 12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, 13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. 14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. θ΄ 1-8
1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ. 4 καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ
Στίς 19 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Μάρκου Ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ. Ὁ ἅγιος Μάρκος καταγόταν ἀπό τήν Κωνσταντινούπολη, γεννήθηκε τό 1392 ἀπό γονεῖς εὐσεβεῖς καί ἀπό λαμπρό γένος· ὁ πατέρας του ἦταν Διάκονος τῶν Σακελλίων. Τό κοσμικό του ὄνομα ἦταν Μανουήλ καί ἀξιώθηκε νά λάβη τόσο τήν κατά Θεό μόρφωση ὅσο καί τήν θύραθεν, εἶχε δέ σπουδαίους διδασκάλους, μεταξύ τῶν ὁποίων καί τόν Γεώργιο Γεμιστό. Σέ νεαρά ἡλικία ἐγκατέλειψε τά βιοτικά καί ἐκάρη μοναχός σέ μοναστήρι τῆς νήσου Ἀντιγόνης , ὅπου μετονομάσθηκε Μάρκος. Ὅμως λόγω τῶν ἐπιδρομῶν τῶν Τούρκων πῆγε στήν Μονή τοῦ ἁγίου Γεωργίου τῶν Μαγγάνων, στήν Κωνσταντινούπολη. Ἐκεῖ χειροτονήθηκε ἱερέας καί ἀφιερώθηκε στήν προσευχή, στήν ἄσκηση καί στήν μελέτη τῶν Πατέρων. Ἀργότερα ἔγινε Ἀρχιεπίσκοπος Ἐφέσου καί πῆρε μέρος στήν Σύνοδο τῆς Φερράρας, Φλωρεντίας, ὅπου λόγω τῶν ἱκανοτήτων του εἶχε ὁρισθῆ ἐκπρόσωπος τῶν Πατριαρχείων Ἀλεξανδρείας, Ἱεροσολύμων καί Ἀντιοχείας. Στήν Σύνοδο διακρίθηκε γιά τήν ἀγωνιστικότητα, τό στέρεο φρονήμα, τήν εὐφυία του, τήν ἑτοιμότητα τῶν λόγων του στήν ὑπεράσπιση τῶν Ὀρθοδόξων δογμάτων. Τέλος, ἐπειδή δέν ὑπέγραψε μαζί μέ μερικούς ἄλλους ἀγωνιστές τήν ὑπόταξη τῆς Ὀρθόδοξης Ἐκκλησίας στήν Παπική ματαιώθηκε ἡ ἕνωση καί ὅταν γύρισε στήν Ἀνατολή ἐπιδόθηκε σέ μεγαλύτερους ἀγῶνες, γιά νά στηρίξη τήν Ἐκκλησία πάνω στά θεμέλια τῆς Ὀρθόδοξης πίστης. Τέλος, καταπονημένος ἀπό τούς σκληρούς ἀγῶνες παρέδωσε τήν ἁγία ψυχή του στόν ἀγωνοθέτη Χριστό στίς 23 Ἰουλίου τοῦ 1444 σέ ἡλικία 52 ἐτῶν καί «προσετέθη τοῖς Ἀποστόλοις ὡς ἰσαπόστολος καί ἁγίοις Ἱεράρχαις καί Ὁμολογηταῖς ὡς μιμητής αὐτῶν καί ἰσοστάσιος».
Ἀπολυτίκιον
Θείας πίστεως, ὁμολογίᾳ, μέγαν εὕρατο, ἡ Ἐκκλησία, ζηλωτήν σε θεῖε Μᾶρκε πανεύφημε, ὑπερμαχοῦντα πατρῴου φρονήματος, καὶ καθαιροῦντα τοῦ σκότους ὑψώματα. Ὅθεν ἄφεσιν, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τοῖς σὲ γεραίρουσι.
Μεγαλυνάριον
Τῆς
Ὀρθοδοξίας ταῖς ἀστραπαῖς, λάμψας ἐν τῇ Δύσει, ἐξεθάμβησας ἐμφανῶς,
Δυτικῶς τὰς ὄψεις, τοὺς ὅρους τῶν Πατέρων, ὦ Μᾶρκε ῥητορεύων, πυρίνῃ
γλώττῃ σου.