ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α’ Τιμ. γ’ 13 – δ΄ 5
13 Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. 14 Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· 15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. 16 καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.
δ΄ 1 Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. 4 ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· 5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. γ’ 1-6
1 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας 2 καὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 3 οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ Ἡσαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4 Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. 5 Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, 6 καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΣΙΛΒΕΣΤΡΟΣ ΠΑΠΑΣ ΡΩΜΗΣ
Στίς 2 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἁγίου Σιλβέστρου,
ὁ ὁποῖος καταγόταν ἀπὸ τὴ Ρώμη. Ἔζησε τέλος τοῦ 3ου καὶ ἀρχὲς τοῦ 4ου
αἰώνα.
Ὁ
Συναξαριστὴς μᾶς πληροφορεῖ: «Ἀπὸ μικρᾶς ἡλικίας προσεκολλήθη εἰς τὸν
ἱερὸν Κυρῖνον. Εἰς ἡλικίαν δὲ τριάκοντα ἐτῶν ἐχειροτονήθη ὑπὸ τοῦ πάπα
Μαρκελλίνου∙ ἔγινε Πάπας τῷ 314 διαδεχθεὶς τὸν Ἅγιον Μελχιάδην ἢ
Μιλτιάδην. Ἐνδιαφέρθη πολὺ διὰ τὸ ζήτημα τοῦ Ἀρείου. Εἰς τὴν Α΄
Οἰκουμενικὴν Σύνοδον τῆς Νικαίας, τῷ 325, ἀντεπροσωπεύθη ἀπὸ δύο
ἱερεῖς». Συνέβαλε στὸ νὰ χτιστοῦν Ἱεροὶ Ναοί, θέσπισε λειτουργικοὺς
κανόνες γιὰ τὸν καθαγιασμὸ τοῦ Ἁγίου Χρίσματος. Μεταξὺ τῶν καλλιτέρων
ἔργων τοῦ πάπα Σιλβέστρου ἦταν ἡ μέριμνα τῶν πτωχοτέρων κληρικῶν καὶ τῶν
μοναζουσῶν παρθένων.
Τὸ ἀπολυτίκιον τοῦ Ἁγίου ἀναφέρει:
«Στολὴν
ἐνδυσάμενος, ἱεραρχίας πιστῶς, ἀμέμπτως ἱέρευσας, τῷ ἐπὶ πάντων Θεῷ,
Πατὴρ ἡμῶν Σίλβεστρε∙ ἔχων γὰρ πολιτείᾳ, συνεκλάμποντα λόγον, θαύμασιν
ἐβεβαίους, εὐσεβείας τὴν δόξαν, δι᾽ ἧς οὐρανίου δόξης, ὤφθης
συμμέτοχος».
Πρωτ. Δ.Δ.Τ.