Κυριακή 13 Δεκεμβρίου 2020

Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΛΟΥΚΙΑ Η ΠΑΡΘΕΝΟΣ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κολασ. γ’ 4-11

     4 Ὃταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. 5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, 6 δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· 8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιδ΄ 16-24, Μτθ. κβ΄14

      16 Ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς· 17 καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. 18 καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19 καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20 καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21 καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. 22 καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. 23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου. 24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.

     14 πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΛΟΥΚΙΑ Η ΠΑΡΘΕΝΟΣ

       Στίς 13 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τῆς ἁγίας μάρτυρος Λουκίας τῆς παρθένου. Ἡ ἁγία μάρτυς Λουκία καταγόταν ἀπὸ τὴν νῆσο Σικελία, ἔζησε τὸ 250 μ.Χ. καὶ ἦταν ἀρραβωνιασμένη μὲ ἕνα εἰδωλολάτρη. Ἐπειδὴ ἡ μητέρα της ἔπασχε ἀπὸ αἱμορραγία πῆγαν στὴν Κατάνη, γιὰ νὰ προσκυνήσουν τὰ λείψανα τῆς ἁγίας Ἀγάθης καὶ νὰ τὴν παρακαλέσουν νὰ ἰατρεύση τὴν μητέρα της. Ὅταν ἦλθαν στὴν Κατάνη ἡ ἁγία Λουκία βλέπει σὲ ὅραμα τὴν ἁγία Ἀγάθη, ἡ ὁποία τῆς προεἶπε ὅτι ἡ μὲν μητέρα της θὰ γινόταν καλὰ, ἐκείνη ὃμως θὰ μαρτυροῦσε γιὰ τὸ ὄνομα τοῦ Χριστοῦ. Ὅταν ἡ μητέρα της θεραπεύθηκε, ἡ ἁγία Λουκία χάρισε τὰ ὑπάρχοντά της στοὺς πτωχοὺς καὶ ἦταν ἕτοιμη νὰ ὁμολογήση τὸν Χριστό. Ἐπειδὴ κατηγορήθηκε στὸν ἄρχοντα Πασχάσιο ἀπὸ τὸν ἴδιο τὸν ἀρραβωνιαστικό της, ὅτι εἶναι χριστιανὴ, αὐτὸς τὴν ὁδήγησε σὲ ἕνα πορνοστάσιο, γιὰ νὰ τὴν ἀτιμάσουν. Ἡ ἁγία Λουκία ἔμεινε ἀβλαβής, διότι ἡ χάρη τοῦ Θεοῦ κρατοῦσε τοὺς στρατιῶτες ἀκίνητους. Μάλιστα δὲν μποροῦσαν οὔτε κἄν νὰ τὴν ὁδηγήσουν στὴν πυρά, ποὺ εἶχαν ἀνάψει ἐκεῖ ὅπου στεκόταν ἡ ἁγία. Ἀφοῦ ἀπόκαμαν καὶ ἀπελπίστηκαν, διότι κατάλαβαν ὅτι τὴν προστάτευε ὁ Θεὸς, τῆς ἀπέκοψαν τὴν τιμία κεφαλή της καὶ ἔτσι ἡ ἁγία Λουκία ἔλαβε τὸ ἀμάραντο στέφανο τοῦ μαρτυρίου.