Δευτέρα 7 Δεκεμβρίου 2020

Ο ΑΓΙΟΣ ΑΜΒΡΟΣΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΜΕΔΙΟΛΑΝΩΝ

 7 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Τιμ. ε’ 1-10

     Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. Χήρας τίμα τὰς ὄντως χήρας. εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστι καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε. καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν. εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κ’ 27-44

      Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον· ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται· οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται· οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ. Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε, καλῶς εἶπας. οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυΐδ εἶναι; καὶ αὐτὸς Δαυΐδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Δαυΐδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΑΜΒΡΟΣΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΜΕΔΙΟΛΑΝΩΝ

     Στίς 7 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν ἅγιο Ἀμβρόσιο ἐπίσκοπο Μεδιολάνων. Ὁ ἅγιος Ἀμβρόσιος ὑπῆρξε μία ἀπὸ τὶς σπουδαιότερες ἐκκλησιαστικὲς προσωπικότητες τῆς Δύσεως. Γεννήθηκε στὰ Τρέβηρα τῆς Γερμανίας, σπούδασε στὴ Ρώμη φιλολογία, ρητορικὴ καὶ νομικὰ καὶ ἦταν μέλος τῆς Βασιλικῆς Συγκλήτου διακρινόμενος γιὰ τὴν ἀγάπη του γιὰ τὴν ἀλήθεια καὶ τὴν δικαιοσύνη. Διορίσθηκε ἀπὸ τοὺς υἱοὺς τοῦ Μεγάλου Κωνσταντίνου, Κωνσταντῖνο καὶ Κώνσταντα διοικητὴς τῆς Βόρειας Ἰταλίας μὲ πρωτεύουσα τὰ Μεδιόλανα. Με τὰ τὸν θάνατο τοῦ ἀρειανοῦ ἀρχιεπισκόπου Μεδιολάνων Αὐξεντίου καὶ τὶς ἔριδες, ποὺ ξέσπασαν γιὰ τὴν διαδοχὴ του, ὁ Ἅγιος Ἀμβρόσιος, ἀφοῦ βαπτίστηκε καί διῆλθε ὅλα τὰ ἐκκλησιαστικὰ ἀξιώματα σὲ πολὺ μικρὸ χρονικὸ διάστημα, χειροτονεῖται ἀρχιεπίσκοπος τὸν Δεκέμβριο τοῦ 374. Ὁ ἅγιος Ἀμβρόσιος εἶχε ἀνατραφεῖ χριστιανικὰ ἀπὸ τὴν μητέρα του καὶ παρ᾽ ὅλο ποὺ δὲν εἶχε βαπτισθεῖ , δὲν ἦταν κατώτερος τῶν τελείων κατὰ τὴν ἀρετὴ καὶ τὴν καθαρότητα τῆς ζωῆς του. Ἀφοῦ καταρτίσθηκε θεολογικὰ, μελετώντας τοὺς ἀνατολικοὺς Πατέρες Βασίλειο, Ἀθανάσιο, Γρηγόριο, Κύριλλο Ἱεροσολύμων, καθὼς καὶ τὸν Ὠριγένη, ἀγωνίσθηκε κατὰ τῶν αἱρέσεων, ἀναδιοργάνωσε τὴν λατρεία, συνέγραψε ἀξιόλογα συγγράμματα καὶ ἀσχολήθηκε ἰδιαίτερα μὲ τὸ κηρυκτικὸ ἔργο. Οἱ ὁμιλίες τοῦ ἁγίου Ἀμβροσίου ὑπῆρξαν καθοριστικὲς γιὰ τὴν μεταστροφὴ τοῦ ἱεροῦ Αὐγουστίνου. Χαρακτηριστικὸ εἶναι τὸ ἐπεισόδιο μὲ τὸν βασιλέα Θεοδόσιο Α΄, ὁ ὁποῖος ἐρχόμενος στὰ Μεδιόλανα ἀπὸ τὴν Θεσσαλονίκη τοῦ ἀπαγόρευσε ὁ Ἅγιος νὰ εἰσέλθη στὴν Ἐκκλησία καταγγέλλοντάς τον γιὰ τοὺς φόνους, ποὺ εἶχε διαπράξει στὴ στάση ποὺ εἶχε ξεσπάσει στὴν Θεσσαλονίκη ἐκείνη τὴν περίοδο, πράξη ποὺ δείχνει τὸ ὕψος τῆς ἀρετῆς του. Ὁ ἅγιος Ἀμβρόσιος, ἀφοῦ ἐποίμανε θεοφιλῶς τὴν Ἐκκλησία τῶν Μεδιολάνων, ἐκοιμήθηκε σὲ μεγάλη ἡλικία.