19 Νοεμβρίου
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α’ Θεσ. δ’ 18 – ε’ 10
Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. ὅταν γὰρ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. Ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾿ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ις’ 1-9
Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν. εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν. καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἔλεγε τῷ πρώτῳ· πόσον ὀφείλεις σὺ τῷ κυρίῳ μου; ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. ἔπειτα ἑτέρῳ εἶπε· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα. καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμότεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι. κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΠΡΟΦΗΤΗΣ ΑΒΔΙΟΥ
Στίς 19 Νοεμβρίου ἡ Ἐκκλησία μας
τιμᾶ τὴ μνήμη τοῦ Προφήτου Ἀβδιοῦ, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴ Συχὲμ καὶ
ἔζησε 800 χρόνια πρὸ τῆς γεννήσεως τοῦ Χριστοῦ. Τὸ ὄνομά του ἑρμηνεύεται
στὴν ἑλληνικὴ γλώσσα δοῦλος τοῦ Θεοῦ.
Ὁ Συναξαριστὴς ἀναφέρει: «Εἰς τὸν Ἀβδιοὺ ὀφείλομεν τὴν ὑπὸ τὸ ὄνομά του
συντομωτάτην προφητείαν, διὰ τῆς ὁποίας ταλανίζει μὲ ἰσχυρὰς ποιητικὰς
ἐκφράσεις τὴν ὑπερηφάνειαν καὶ τὴν πτῶσιν τοῦ Ἰσραήλ. Παρομοιάζων αὐτὸν
μὲ ἀετόν, τοῦ ὁποίου ἡ κατοικία εἶναι ὑψηλά, εἰς τὰ κοιλώματα τῶν
κρημνῶν, ὁ ὁποῖος λέγει καθ᾽ ἑαυτόν• ποῖος θέλει μὲ καταβιβάσει εἰς τὴν
γῆν; Ἀπαντᾶ ἐκ μέρους τοῦ Κυρίου• καὶ ἐὰν μετεωρισθῇς ὡς ἀετός, καὶ ἐὰν
στήσῃς τὴν φωλεάν σου ἐν μέσῳ τῶν ἄστρων, καὶ ἀπ᾽ ἐκεῖ θέλω σὲ
καταβιβάσει».
Τὸ ἀπολυτίκιο τοῦ Προφήτου ἀναφέρει:
«Ὥσπερ θεράπων φερωνύμως τοῦ Λόγου, τοῦ ὑπὲρ ἔννοιαν φωτὸς ἠξιώθης, καὶ
προφητείας ἔλλαμψιν ἐδέξω σοφέ• δόξαν γὰρ τὴν ἄϋλον, καθαρῶς ἐποπτεύων,
ὄργανον θεόπνευστον, Ἀβδιοὺ ἀνεδείχθης, προμελωδοῦν ἐν κόσμῳ μυστικῶς,
τῶν ἐσομένων,Προφῆτα τὴν ἔκβασιν».
Πρωτ. Δ.Δ.Τ.