ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
A’ Θεσ. γ’ 9-13
Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾿ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν, νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν; Αὐτὸς δὲ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιδ’ 25-35
Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί. καὶ στραφεὶς εἶπε πρὸς αὐτούς· εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι. καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; ἢ τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ πρῶτον καθίσας βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν; εἰ δὲ μήγε, ἔτι πόῤῥω αὐτοῦ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην. οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ
Στίς 17 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Γρηγορίου τοῦ Θαυματουργοῦ. Ὁ ἅγιος Γρηγόριος ἔζησε στούς χρόνους τοῦ αὐτοκράτορα Αὐρηλιανοῦ, καταγόταν ἀπό τήν Νεοκαισάρεια τοῦ Πόντου, ἀπό γονεῖς εἰδωλολάτρες καί εὐγενεῖς στήν καταγωγή. Ὁ ἅγιος ἀπό μικρός διακρινόταν γιά τήν φιλομάθεια καί τήν ἐνάρετη ζωή του, ἦταν μαθητής τοῦ Ὠριγένη στήν περίφημη Σχολή του στήν Καισάρεια, ἀπό τόν ὁποῖο καί κατηχήθηκε στόν χριστιανισμό. Σπούδαζε φιλοσοφία στήν Ἀλεξάνδρεια καί ἐπειδή ἡ ἀρετή του προξενοῦσε φθόνο στούς συμμαθητές του, αὐτοί ἔβαλαν μία κακόφημη γυναίκα νά τόν συκοφαντήση. Τότε αὐτή καταλήφθηκε ἀπό δαιμόνιο• ὅμως ὁ Γρηγόριος τήν ἐλευθέρωσε μέ τήν προσευχή του. Ἀργότερα χειροτονεῖται ἐπίσκοπος Νεοκαισάρειας ἀπό τόν ἐπίσκοπο Ἀμασείας, Φαίδιμο. Ἐκεῖ ζοῦσαν μόνο δέκα ἑπτά χριστιανοί, ἐνῶ οἱ ὑπόλοιποι ἦσαν εἰδωλολάτρες καί ἡ πόλη ἦταν γεμάτη ἀπό εἰδωλολατρικούς ναούς. Ἔκανε πολλά καί μεγάλα θαύματα, μέ τά ὁποῖα ὁδήγησε τούς ἐθνικούς στήν πίστη. Κάποτε ὅταν προσευχόταν παρουσιάσθηκε ἡ Παναγία μέ τόν Ἰωάννη τόν Θεολόγο καί τοῦ δίδαξαν τό μυστήριο τῆς Ἁγίας Τριάδος. Ἄλλοτε πάλι μέ τήν προσευχή του ἐκδίωξε τούς δαίμονες ἀπό ἕνα ναό εἰδωλολατρικό καί μάλιστα γιά νά ἐπιστρέψουν, ὑπέδειξαν στόν νεωκόρο τοῦ ναοῦ ὅτι θά ἔπρεπε νά λάβουν τήν ἄδεια ἀπό τόν Γρηγόριο. Ἄλλη φορά μέ τήν προσευχή του μετακίνησε ἕνα πελώριο βράχο, ξήρανε μία τεράστια λίμνη, σταμάτησε τήν ροή ἑνός ποταμοῦ μέ τό ραβδί πού ἔμπηξε στήν γῆ καί μάλιστα τό ραβδί ἄν καί ἦταν ξηρό βλάστησε. Ὅταν ἕνας ἑβραῖος τόν περιέπαιξε, ὁ Θεός ἐπέτρεψε νά τιμωρηθῆ παραδειγματικά. Ἔτσι πολλούς εἰδωλολάτρες ὁδήγησε στόν Χριστό καί ὅταν ὁ Θεός τόν κάλεσε κοντά του εἶχαν μείνει στήν Νεοκαισάρεια μόνο δέκα ἑπτά ἐθνικοί.