7 Ὀκτωβρίου
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἐφεσ. ε’ 25-33
Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ς’ 46 – ζ’ 1
Τί δέ με καλεῖτε, Κύριε Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς καὶ ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης προσέῤῥηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέῤῥηξεν ὁ ποταμός, καὶ εὐθὺς ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα. Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΙ ΣΕΡΓΙΟΣ ΚΑΙ ΒΑΚΧΟΣ
Στίς 7 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Σεργίου καί Βάκχου. Οἱ ἅγιοι Σέργιος καί Βάκχος ἔζησαν κατά τούς χρόνους τοῦ αὐτοκράτορα Μαξιμιανοῦ καί κατάγονταν ἀπό τήν Ρώμη, ἦσαν δέ ἀξιωματοῦχοι τοῦ ρωμαϊκοῦ στρατοῦ. Ἐπειδή ὅμως ἦσαν χριστιανοί ὁδηγήθηκαν στόν βασιλέα γιά τήν πίστη τους. Αὐτός ἀφοῦ τούς ἀφαίρεσε τά στρατιωτικά διακριτικά, τούς φόρεσε γυναικεῖα ἐνδύματα, τούς πέρασε ἁλυσίδες στόν λαιμό καί διέταξε νά τούς διαπομπεύσουν δημόσια. Ἐκεῖνοι ὁμολόγησαν μέ θαυμαστή παρρησία ὅτι πίστευαν στόν Χριστό. Ὁ βασιλέας ὅμως θύμωσε γιά τήν δύναμη τῶν λόγων τους καί τούς ἔστειλε στόν δοῦκα τῆς Ἀνατολῆς Ἀντίοχο, ὁ ὁποῖος ἦταν γνωστός γιά τήν σκληρότητά του καί τήν ἀσπλαγχνία του. Οἱ ἅγιοι παρά τίς κολακεῖες ἀλλά καί τούς φοβερισμούς πού τούς ἔκανε, ὁμολόγησαν καί πάλι τήν πίστη τους στόν Χριστό. Αὐτός ἐπειδή θύμωσε, τόν μέν Βάκχο διέταξε νά τόν δείρουν ἀνελέητα μέ ὠμά νεῦρα, πότε καί παρέδωσε ὁ ἀοίδιμος τό πνεῦμα του στόν Κύριο, τόν δέ Σέργιο τόν φυλάκισε. Ἔπειτα τόν ὁδήγησαν σέ φρικτά βασανιστήρια, τοῦ κάρφωσαν σιδερένια ὑποδήματα καί τόν ὑποχρέωσαν νά τρέξη μεγάλη ἀπόσταση. Ὅταν δέ ἔφτασαν στόν διορισμένο τόπο τόν φυλάκισαν. Κατόπιν τόν ὑποχρέωσαν νά ξαναγυρίση στόν τόπο ἀπό ὅπου εἶχαν ξεκινήσει ἔχοντας καί πάλι καρφωμένα τά σιδερένια ὑποδήματα. Τέλος, τόν ἀποκεφάλισαν καί ἔτσι ἔλαβε καί αὐτός τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου. Τά ἅγια λείψανά του οἱ χριστιανοί τά ἐνταφίασαν στόν ἴδιο τόπο πού εἶχαν ἐνταφιάσει καί τά λείψανα τοῦ ἁγίου Βάκχου.