Τετάρτη 21 Οκτωβρίου 2020

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΕΚ ΜΟΝΕΜΒΑΣΙΑΣ

21 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλιπ. β’ 24-30

Πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι. Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησε. καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ᾿ ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. θ’ 44-50

Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾿ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. ὁ δὲ Ἰησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου ἔστησεν αὐτὸ παρ᾿ ἑαυτῷ. καὶ εἶπεν αὐτοῖς· ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὅς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας. Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν. καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾿ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΕΚ ΜΟΝΕΜΒΑΣΙΑΣ

Στίς 21 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Ἰωάννου τοῦ ἐκ Μονεμβασίας. Ὁ ἅγιος Ἰωάννης καταγόταν ἀπό τήν Μονεμβασία τῆς Πελοποννήσου καί ὁ πατέρας του ἦταν ἱερέας. Ὅταν ἦταν δεκαπέντε χρονῶν ἦλθαν Ἀρβανίτες στήν περιοχή τῆς Μονεμβασίας καί ἔσφαξαν πολλούς χριστιανούς, μεταξύ τῶν ὁποίων καί τόν πατέρα του, ἐνῷ ἄλλους τούς σκλάβωσαν καί τούς ἔστειλαν στήν Λάρισα, γιά νά τούς πουλήσουν . Τόν μακάριο Ἰωάννη καί τήν μητέρα του τούς ἀγόρασε ἕνας τοῦρκος ἀπό τήν Θεσσαλονίκη, ὁ ὁποῖος δέν εἶχε παιδιά καί ἐπιθυμοῦσε νά τόν κάνη ψυχοπαίδι του. Γιά τόν λόγο αὐτό καθημερινά τόν παρακινοῦσε νά τουρκέψη, ὅμως ὁ μακάριος Ἰωάννης παρά τίς ὑποσχέσεις καί τά βασανιστήρια πού τοῦ ἔκανε ἔμενε ἑδραῖος στήν πίστη του. Μία ἡμέρα ὁ ἀφέντης του θύμωσε καί τόν ὁδήγησε στό τζαμί καί μέ ἄλλους τούρκους τόν πίεζε νά γίνη μουσουλμάνος, ὁ Ἰωάννης ὅμως ἔλεγε μέ παρρησία ὅτι “Χριστιανός εἶμαι καί Χριστιανός θέλω νά πεθάνω”. Ὅταν ἔφθασε ἡ νηστεία τοῦ δεκαπενταυγούστου ὁ ἀφέντης του τόν ἔκλεισε σέ ἕνα δωμάτιο καί καθημερινά τόν βασάνιζε καί τόν πίεζε νά φάη ἀρτύσιμα φαγητά. Ὁ στρατιώτης ὅμως τοῦ Χριστοῦ παρά καί τίς παρακινήσεις τῆς μητέρας του νά ἐνδώση, μέ τήν βοήθεια τῆς Παναγίας ἀρνιόταν, θεωρώντας καλύτερα νά θανατωθῆ παρά νά καταλύση τήν νηστεία. Ἔτσι ὁ ἀφέντης του ἀφοῦ εἶδε ὅτι δέν μποροῦσε νά τόν μεταπείση τόν κτύπησε μέ μαχαίρι. Ὁ ἀοίδιμος Ἰωάννης στίς 21 Ὀκτωβρίου τοῦ 1773 ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Τό δέ λείψανό του, τό ὁποῖο εὐωδίαζε ἡ μητέρα του τό πῆγε στήν Μονεμβασία ὅπου καί τό ἐνταφίασε.