ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Τιμ. α΄ 8-18
8 Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾿ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11 εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. 12 δι᾿ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾿ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. 13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾿ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ· 14 τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. 15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης. 16 δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε· 18 δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. β΄ 23 – γ΄ 5
23 Ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. 25 καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυΐδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; 26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; 27 καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
γ 1 Καί εἰσῆλθε πάλιν εἰς τὴν συναγωγὴν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. 3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. 4 καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. 5 καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΒΑΚΧΟΣ Ο ΝΕΟΣ
Στίς 15 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος
Βάκχου τοῦ νέου. Ὁ ἅγιος Βάκχος ἔζησε στούς χρόνους τῶν αὐτοκρατόρων
Κωνσταντίνου καί τῆς μητέρας του Εἰρήνης τῆς Ἀθηναίας καί καταγόταν ἀπό
χριστιανούς γονεῖς. Ὁ πατέρας του ὅμως κάποια στιγμή ἀρνήθηκε τήν πίστη
του στόν Χριστό καί ἔγινε μωαμεθανός. Κατόπιν ἀπέκτησε ἑπτά παιδιά,
μεταξύ τῶν ὁποίων καί τόν ἅγιο Βάκχο, τά ὁποῖα μεγάλωσε σύμφωνα μέ τίς
δοξασίες του, ἐνῶ ἡ εὐσεβής γυναίκα του παρέμεινε χριστιανή. Ὅταν πέθανε
ὁ ἀσεβής πατέρας, ὁ τρίτος γιός του φανέρωσε στήν μητέρα του ὅτι ἤθελε
νά γίνη χριστιανός. Αὐτή ὄχι μόνο συγκατατέθηκε ἀλλά καί τόν παρακινοῦσε
νά τό πραγματοποιήση τό γρηγορότερο. Ὁ δοῦλος τοῦ Θεοῦ ὁδηγούμενος ἀπό
τήν θεία πρόνοια πῆγε στήν Μονή τοῦ ἁγίου Σάββα, ἐνδύθηκε τό μοναχικό
σχῆμα, ὅπου ἔλαβε τό ὄνομα Βάκχος καί ἀφιερώθηκε στήν ἄσκηση καί στήν
προσευχή. Ὁ ἡγούμενος ὅμως φοβούμενος τούς Ἀγαρηνούς, πού εἶχαν τότε
κυριεύσει τήν Ἱερουσαλήμ, τόν πρόσταξε νά ἀναχωρήση ἀπό τό μοναστήρι.
Ἐρχόμενος ὁ ἅγιος Βάκχος στήν Ἱερουσαλήμ συνάντησε τήν μητέρα του καί
τούς ἀδελφούς του, τούς ὁποίους ἔπεισε νά γίνουν χριστιανοί. Πράγματι
βαπτίσθηκαν, ἐκτός ἑνός, ὁ ὁποῖος ἀποκάλυψε στούς μωαμεθανούς ὅτι ὁ
ἀδελφός του εἶχε ἀρνηθῆ τήν πίστη τους. Αὐτοί, ἀφοῦ τόν συνέλαβαν, τόν
ὁδήγησαν στόν κριτή, ἐνώπιον τοῦ ὁποίου ὁ ἀοίδιμος ὁμολόγησε μέ παρρησία
τήν πίστη του στόν Χριστό καί ὅτι ἡ πίστη τῶν μωαμεθανῶν εἶναι ψεύτικη.
Κατόπιν τόν ἀποκεφάλισαν καί ἀξιώθηκε ὁ μακάριος Βάκχος τῆς οὐρανίου
μακαριότητος.