Κυριακή 18 Σεπτεμβρίου 2022

ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΤΡΟΦΙΜΟΣ, ΣΑΒΒΑΤΙΟΣ ΚΑΙ ΔΟΡΥΜΕΔΩΝ

19 Σεπτεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. β΄ 11-16

   11 Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. 12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς. 13 καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. 14 ἀλλ᾿ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων· εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ζῇς καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; 15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, 16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.

 

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. γ΄ 19-22

   19 Ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ᾿ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. 21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΤΡΟΦΙΜΟΣ, ΣΑΒΒΑΤΙΟΣ ΚΑΙ ΔΟΡΥΜΕΔΩΝ

    Στίς 19 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῶν ἁγίων μαρτύρων Τροφίμου, Σαββατίου καί Δορυμέδοντος. Οἱ ἅγιοι αὐτοί μάρτυρες ἔζησαν κατά τούς χρόνους τοῦ βασιλέα Πρόβου 278 μ.Χ. Ἐρχόμενοι ὁ ἅγιος Τρόφιμος καί Σαββάτιος στήν Ἀντιόχεια, τήν περίοδο τῆς ἑορτῆς τῶν γενεθλίων τοῦ Ἀπόλλωνα καί βλέποντας τίς ἁμαρτωλές πράξεις πού γίνονταν, ἐλυπήθηκαν καί τίς ἀποδοκίμασαν δημόσια. Ὅταν ὁδηγήθηκαν στόν ἡγεμόνα τῆς Ἀντιόχειας, ὁμολόγησαν μέ παρρησία τήν πίστη τους στόν τριαδικό Θεό γιά αὐτό τούς μαστίγωσαν ἀνελέητα καί ἔξυσαν τίς σάρκες τους μέ σιδερένια νύχια, ὥστε ἡ γῆ νά κοκκινίση ἀπό τά αἵματά των. Ἔτσι ὁ μέν Σαββάτιος παρέδωσε τό πνεῦμα του ὁ δέ Τρόφιμος, ἀφοῦ φυλακίσθηκε ἐστάλη στόν ἡγεμόνα τῆς πόλεως τῶν Συννάδων τῆς Φρυγίας φορώντας ὑποδήματα, τά ὁποῖα ἔφεραν καρφιά, ὅπου καί πάλι ἐκεῖ τόν ἔδειραν σκληρότατα, τοῦ καταξέσκισαν τίς σάρκες καί ἀφοῦ τίς ἔκαψαν μέ λαμπάδες καί ὀξέα τόν φυλάκισαν. Ἐκεῖ τόν φρόντισε κάποιος βουλευτής Δορυμέδων, ὁ ὁποῖος καί ὁμολόγησε κατόπιν μέ παρρησία τήν πίστη του στόν Χριστό, μέ ἀποτέλεσμα νά τόν φυλακίσουν καί νά τόν βασανίσουν ἀπάνθρωπα. Ὅταν ὁδηγήθηκε στόν ἡγεμόνα καί πάλι ὁ Τρόφιμος καί ἀφοῦ ὁμολόγησε τήν πίστη του, τοῦ ξερίζωσαν μέ πυρωμένα σουβλιά τά μάτια. Κατόπιν οἱ ἅγιοι μάρτυρες Τρόφιμος καί Δορυμέδων δίδονται στά ἄγρια θηρία, γιά νά τούς κατασπαράξουν, μέ τήν χάρη ὅμως τοῦ Θεοῦ ἔμειναν ἀβλαβεῖς. Τέλος οἱ ἅγιοι μάρυρες ἀποκεφαλίσθηκαν καί ἔτσι παρέδωσαν τίς ἅγιες ψυχές τους στόν ἀγωνοθέτη Κύριο.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Τὴν ὡραιότητα.)


   Τὴν ἀκαθαίρετον, Τριάδος δύναμιν, ἀνθηφορήσαντες, Μάρτυρες ἔνδοξοι, ἐναπετέματε στερρῶς, τὴν ἄκανθαν τῆς ἀπάτης, Τρόφιμε μακάριε, Ἐκκλησίας ἐντρύφημα, Σαββάτιε πάνσοφε, Ἀθλητῶν ἐγκαλλώπισμα, καὶ δόξα εὐσεβῶν Δορυμέδον ὅθεν Ὑμᾶς ἀνευφημοῦμεν.

Μεγαλυνάριον

Δόξῃ λαμπρυνθέντες Τριαδικῇ, Τρόφιμος ὁ θεῖος, Δορυμέδων ὁ εὐκλεής, σὺν τῷ Σαββατίῳ, μαρτυρικοῖς ἀγῶσι, τῆς πίστεως τὸ κάλλος, ὡς λύχνοι ἔφαναν.