ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Τιμ. γ΄ 10-15
10 Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα! καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος. 12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· 13 πονηροὶ δέ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιη΄ 10-14
10 Ἂνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 12 νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 13 καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΜΑΡΤΙΝΙΑΝΟΣ
Στίς 13 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου Μαρτινιανοῦ. Ὁ ἅγιος Μαρτινιανός ἔζησε στήν Καισάρεια τῆς Παλαιστίνης κατά τούς χρόνους τοῦ Θεοδοσίου τοῦ μικροῦ. Μετά ἀπό πολλά χρόνια ἄσκησης καί πειρασμῶν ὁ Θεός ἐπέτρεψε νά δοκιμασθῆ ἀπό μία γυναίκα πού εἶχε κακές προθέσεις. Ἡ γυναίκα αὐτή πῆγε στόν τόπο πού ἀσκήτευε καί προσποιούμενη ὅτι εἶχε χαθεῖ τοῦ ζήτησε τόπο νά διανυκτερεύση. Ὁ ἅγιος Μαρτινιανός παραχώρησε τό κατάλυμά του καί ἴδιος ἀποσύρθηκε στό ἐσωτερικό τῆς σπηλιᾶς του. Ὅμως κάποια στιγμή ἡ γυναίκα φανέρωσε τίς προθέσεις της καί παρακινοῦσε τόν ὅσιο νά ἐνδώση στήν κακή πράξη. Ὁ ὅσιος βλέποντας τόν λογισμό του νά ἔχη ἐνδώσει, μέ τήν χάρη τοῦ Θεοῦ ἄναψε φωτιά καί μπῆκε μέσα σέ αὐτήν. Ἔτσι ταπείνωσε τήν ἀγριότητα τῆς σάρκας καί ἦλθε στά συγκαλά του· κατόπιν ἔφερε σέ συναίσθηση τήν γυναίκα, τήν ὁποία ἔπεισε νά ἀρνηθῆ τόν κόσμο. Ὁ ἅγιος κατόπιν ἀναχώρησε σέ ἕνα ἐρημικό νησί, ὅπου παρέμεινε ἐκεῖ δέκα χρόνια, ἕως ὅτου ναυάγησε κάποιο πλοῖο καί κάποια κόρη ζήτησε ἀπό τόν ἅγιο Μαρτινιανό τήν σωτηρία. Ὁ ἅγιος Μαρτινιανός ἔσωσε τήν κόρη, ἀλλά ὁ ἴδιος ἀφοῦ προσευχήθηκε μπῆκε στήν θάλασσα καί ἀφέθηκε στήν πρόνοια τοῦ Θεοῦ. Τότε ἦλθαν δελφίνια πού τόν πῆραν στόν ὦμο τους καί τόν ὁδήγησαν στήν στεριά. Ἀπό τότε ὁ ὅσιος πέρασε τό ὑπόλοιπο τῆς ζωῆς του περπατώντας ἀπό τόπο σέ τόπο λέγοντας “φεῦγε Μαρτινιανέ”. Κατέληξε στήν Ἀθήνα καί ἀφοῦ παρέμεινε ἐκεῖ λίγο καιρό ἐκδήμησε πρός τόν Κύριο.
Ἀπολυτίκιον
Ἦχος πλ. δ΄.
Τήν φλόγα τῶν πειρασμῶν, δακρύων τοῖς ὀχετοῖς, ἐναπέσβεσας Μακάριε, καί τῆς θαλάσσης τά κύματα, καί τῶν θηρῶν τά ὁρμήματα, χαλινώσας ἐκραύγαζες· Δεδοξασμένος εἶ Παντοδύναμε, πυρός καί ζάλης ὁ σώσας με.
Μεγαλυνάριον
Ὁ διά γυναίου ἐπιβαλών, πάλαι τῷ Γενάρχῃ, καί συλήσας αὐτόν οἰκτρῶς, οὕτω καί σοί Πάτερ, ὑπούλως ἐπετέθη, ἄλλ’ ἥττηται εἰς τέλος τῇ καρτερίᾳ σου.