Σάββατο 8 Οκτωβρίου 2022

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΙΑΚΩΒΟΣ ΤΟΥ ΑΛΦΑΙΟΥ

9 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ς΄ 16 – ζ΄ 1

  16 Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.

  ζ΄ 1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ζ’ 11-16

   11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε· 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΙΑΚΩΒΟΣ ΤΟΥ ΑΛΦΑΙΟΥ

    Στὶς 9 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ Ἀποστόλου Ἰακώβου, υἱοῦ τῆς Μαρίας καί τοῦ Ἀλφαίου, ἀδελφοῦ τοῦ Ἰωσῆ, τοῦ ἐπιλεγομένου μικροῦ, γιά νά διακρίνεται ἀπό τόν Ἰάκωβο, ἀδελφό τοῦ Ἰωάννου τοῦ Εὐαγγελιστοῦ, υἱό τῆς Σαλώμης καί τοῦ Ζεβεδαίου. Ὁ Συναξαριστής μᾶς πληροφορεῖ: «Ἀγωνισθείς καί αὐτός ὑπέρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐν Ἱεροσολύμοις, χωρίς νά πτοηθῇ ἀπό τήν μανίαν τῶν Ἰουδαίων, διέδραμεν ὕστερον καί ἄλλας χώρας, ὅπου ἐδίδαξε τό εὐαγγέλιον μέ ἱδρῶτας καί κινδύνους καί μόχθους. Ἀλλά μολονότι πολλάκις τόν ἔψαυσεν ὁ θάνατος, δέν ἀπέκαμε συνεχίζων ἀκαταπαύστως τόν ἀγῶνα. Τέλος παρέδωκε τήν ψυχήν του καθηλωθείς, ὡς ὁ Διδάσκαλος καί ἀρχηγός του, ἐπάνω εἰς τόν σταυρόν».

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

   Τήν χάριν τοῦ Πνεύματος γλωσσοπυρσεύτῳ πνοῇ, ὡς θεῖος Ἀπόστολος, ὑποδεχθείς τῇ ψυχῇ, Ἰάκωβε ἔνδοξε, ἔλαμψας ἐν τῷ κόσμῳ, ὡς ἀστήρ ἑωσφόρος· ἔλυσας τῶν εἰδώλων, τήν πολύθεον νύκτα. Καί νῦν ἀπαύστως δυσώπει, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Μεγαλυνάριον

  Μύστης καὶ Ἀπόστολος πεφηνώς, τοῦ δι’ εὐσπλαγχνίαν, κενωθέντος μέχρι σαρκός, ἔφανας ἀδύτως, Ἰάκωβε θεόπτα, σωτήριον τὸ τούτου πᾶσι τοῖς ἔθνεσι.