Κυριακή 10 Ιουλίου 2022

H ΑΝΑΜΝΗΣΙΣ ΤΟΥ ΘΑΥΜΑΤΟΣ ΤΗΣ ΑΓΙΑΣ ΕΥΦΗΜΙΑΣ

11 Ἰουλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ς΄ 1-10

    1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς 2 λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας- 3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, 4 ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ζ΄ 36-50

36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. 37 καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου 38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. 39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. 40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν, ὁ δέ φησι· διδάσκαλε, εἰπέ. 41 δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι. ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο· τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει; 43 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας. 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. 47 οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

H ΑΝΑΜΝΗΣΙΣ ΤΟΥ ΘΑΥΜΑΤΟΣ ΤΗΣ ΑΓΙΑΣ ΕΥΦΗΜΙΑΣ

    Στίς 11 Ἰουλίου ἡ Ἐκκλησία μας ἑορτάζει τό θαῦμα τῆς Ἁγίας Εὐφημίας, πού ἐπιβεβαίωσε τόν Τόμο τῆς πίστεως τῶν Πατέρων τῆς Δ΄ Οἰκουμενικῆς Συνόδου. Τό 451 ἐπί βασιλείας Μαρκιανοῦ καί Πουλχερίας συγκροτήθηκε στήν Χαλκηδόνα ἡ τετάρτη Οἰκουμενική Σύνοδος, στήν ὁποία πῆραν μέρος ἑξακόσιοι τριάντα Πατέρες, γιά νά καταδικάσουν τήν αἱρετική διδασκαλία τοῦ Εὐτυχοῦς καί τῶν κακοδόξων Μονοφυσιτῶν. Ὁ Εὐτυχής δίδασκε ὅτι ὁ Ἰησοῦς Χριστός ἔχει μία φύση καί μία ἐνέργεια, ἐκείνη τῆς θεότητος. Ἐπειδή ὅμως δέν ἐπείθονταν στίς ἀποφάσεις τῆς Συνόδου ἀποφασίσθηκε οἱ Ὀρθόδοξοι καί οἱ αἱρετικοί νά γράψουν σέ ξεχωριστούς τόμους τά πιστεύματά τους καί νά τούς τοποθετήσουν ἐπάνω στό λείψανο τῆς ἁγίας Εὐφημίας, τό ὁποῖο ἦταν τεθησαυρισμένο μέσα σέ μία θήκη. Ὕστερα ἀπό τόν διορισμένο χρόνο, ἀφοῦ ἄνοιξαν τήν θήκη ἐθαύμασαν τήν μεγαλοσύνη τοῦ Θεοῦ, διότι ὁ μέν τόμος τῶν αἱρετικῶν βρέθηκε στούς πόδες τῆς ἁγίας, ἐκεῖνος δέ τῶν Ὀρθοδόξων τόν κρατοῦσε ἡ ἁγία Εὐφημία στήν ἀγκαλιά της. Ἔτσι οἱ Ὀρθόδοξοι στηρίχθηκαν στήν πίστη τους καί δόξασαν τόν Θεό, οἱ δέ αἱρετικοί κατησχύνθηκαν. Ἡ ἁγία Εὐφημία ἔζησε κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ, καταγόταν ἀπό τήν Χαλκηδόνα καί μαρτύρησε μέ φρικτά βασανιστήρια. Ἡ μνήμη της τελεῖται στίς 16 Σεπτεμβρίου.

Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας πίστεως.)

Λίαν εὔφρανας, τοὺς Ὀρθοδόξους, καὶ κατήσχυνας, τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε. Τῆς γὰρ Τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσαθαι ἠμὶν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

Πίστιν βεβαιοῦσα τήν ἀληθῆ, δι’ ἥν Εὐφημία, σφαγιάζῃ ἀθλητικῶς, ἐν ἀγκάλαις φέρεις, τόν τόμο τῶν Πατέρων, ποσί δέ ἀπορρίπτεις τόν τῆς αἱρέσεως.