ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. α΄ 18-27
18 Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, 19 διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε. 20 τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, 21 διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· 22 φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, 23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
24 Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς, 25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. 26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, 27 ὁμοίως δὲ καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ε΄ 20-26
20 Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 21 Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ὃς δ᾿ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει. 22 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾿ ἂν εἴπῃ μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. 23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, 24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. 25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾿ αὐτοῦ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ καὶ ὁ κριτής σε παραδῷ τῷ ὑπηρέτη, καὶ εἰς φυλακὴν βληθήσῃ· 26 ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΣΑΒΒΑΣ Ο ΒΑΤΟΠΑΙΔΙΝΟΣ
Στίς 15 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου Σάββα τοῦ Βατοπαιδινοῦ. Ὁ ἅγιος Σάββας γεννήθηκε στήν Θεσσαλονίκη ἀπό γονεῖς εὐσεβεῖς καί τό κοσμικό του ὄνομα ἦταν Στέφανος. Ἀφοῦ ἔλαβε τήν βασική παιδεία καί ἐπειδή ἀγαποῦσε πολύ τόν Χριστό μπῆκε στήν ὑπακοή ἔμπειρου Γέροντος σέ βατοπαιδινό κελλί στήν περιοχή τῶν Καρυῶν τοῦ Ἁγίου Ὄρους. Προόδευσε τόσο πολύ στήν ἀρετή καί ἰδιαίτερα στήν ταπεινοφροσύνη, πού ἀρνήθηκε ἀκόμα καί τήν ἱερωσύνη. Ἦταν ὑπερβολικά ἐγκρατής καί ἀγαπητός στούς συνασκητές του. Λόγω ὅμως τῶν ἐπιδρομῶν τῶν Καταλανῶν στό Ἅγιο Ὄρος ἀναχωρεῖ καί καταλήγει στήν Κύπρο, ὅπου ἐπέλεξε ὡς ἄσκηση τήν σαλότητα. Περιφερόταν χωρίς στέγη, γυμνός, πεινώντας, ἐκτεθειμένος στούς πειρασμούς τῶν δαιμόνων, περιφρονημένος καί κακομεταχειριζόμενος ἀπό τούς ἀνθρώπους. Ὅταν ὁ κόσμος ἄρχισε νά τόν τιμᾶ ὁ ἅγιος ἀναχώρησε γιά τά Ἱεροσόλυμα καί τό Σινᾶ, ὅπου ἀφιερώθηκε στήν προσευχή καί στήν ἀφάνεια. Ὁ Θεός ὅμως τόν φανέρωσε πρός ὠφέλεια τῶν ἀνθρώπων. Φοβούμενος ὁ ἅγιος ὅμως τήν δόξα ἀναχώρησε γιά τήν ἔρημο, ὅπου ἐπιδόθηκε σέ ὑπεράνθρωπους ἀγῶνες. Ξαναγύρισε στή Μονή Βατοπαιδίου καί τό 1342 ἀποστέλλεται στήν Κωνσταντινούπολη, ὡς μέλος τῆς ἁγιορείτικης ἀντιπροσωπίας, γιά νά παρακαλέσουν νά τερματισθῆ ὁ ἐμφύλιος σπαραγμός πού κατέτρωγε τήν ἐποχή ἐκείνη τό Βυζάντιο. Ἦταν ὑπερασπιστής τῶν θείων δογμάτων καί αὐστηρός ἐπιτημητής τῶν αἱρετικῶν δοξασιῶν τοῦ Ἀκινδύνου ἀλλά καί σύμβουλος τοῦ Καντακουζηνοῦ. Ὅταν ὁ αὐτοκράτορας, ὁ κλῆρος καί ὁ λαός τῆς Πόλης τοῦ πρότειναν νά γίνη Πατριάρχης αὐτός ἀρνήθκε. Τέλος, κοιμήθηκε εἰρηνικά περί τό 1349 σχεδόν ἔγκλειστος στήν μονή τῆς Χώρας, ὅπου προεῖδε καί τό τέλος του.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας Πίστεως.)
Ἔργοις ἔλαμψας, τῆς ευσεβείας, πᾶσαν ηὔγασας, τήν οἰκουμένην, ὑψοποιῷ τῇ ταπεινώσει κοσμούμενος, Βατοπαιδίου Μονῆς σεμνολόγημα, καί Ὄρους Ἄθω καλλονή καί ὠράϊσμα· Σάββα πάνσοφε, χαρίτων ἐνθέων ἔμπλησον, τούς πόθῳ σοῦ τήν μνήμην ἑορτάζοντας.