16 Ὀκτωβρίου
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Φιλιπ. α’27- β’ 4
Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν,- τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. κζ’ 33-54
Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ· πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες; τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΛΟΓΓΙΝΟΣ
Στίς 16 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου. Ὁ ἅγιος Λογγῖνος ἔζησε κατά τούς χρόνους τοῦ Καίσαρος Τιβερίου καί καταγόταν ἀπό τήν Καππαδοκία, ὑπηρετοῦσε δέ ὡς ἑκατόνταρχος στήν Ἰουδαία, ὑπό τοῦ Ποντίου Πιλάτου καί παραβρέθηκε στά σωτήρια πάθη τοῦ Κυρίου, ὅπου μαζί μέ τούς στρατιῶτες του εἶχε ἀναλάβει τήν φύλαξη τοῦ σφραγισθέντος τάφου. Ἔτσι ἦταν αὐτόπτης μάρτυρας σέ ὅλα τά κοσμοσωτήρια γεγονότα πού ἔγιναν πρίν καί μετά τήν σταύρωση τοῦ Χριστοῦ. Μετά τήν ἀνάσταση τοῦ Κυρίου, ἀφοῦ ἀρνήθηκε νά δωροκηθῆ ἀπό τούς Ἰουδαίους ἐγκατέλειψε τό ἀξίωμά του καί ἔφυγε μέ δύο στρατιῶτες του γιά τήν Καππαδοκία, ὅπου κήρυττε τήν θεότητα τοῦ Χριστοῦ. Γιά τόν λόγο αὐτό οἱ ἑβραῖοι δωροδόκησαν τόν Πιλάτο νά στείλη στρατιωτικό ἀπόσπασμα νά τούς θανατώσουν. Φθάνοντας οἱ στρατιῶτες στήν Καππαδοκία, κατά θεία πρόνοια, συναντοῦν τόν ἅγιο Λογγῖνο καί φιλοξενοῦνται ἀπό αὐτόν χωρίς νά γνωρίζωνται μεταξύ τους. Ὅταν τοῦ ἀποκάλυψαν τόν σκοπό τους ὁ ἅγιος Λογγῖνος χωρίς νά φανερωθῆ συνέχισε νά τούς περιποιῆται μέ πολύ ἀγάπη καί ὅταν ἐπρόκειτο νά ἀναχωρήσουν τούς ἀποκαλύφθηκε. Οἱ στρατιῶτες λυπήθηκαν, ἀλλά μέ τίς προτροπές τοῦ ἁγίου Λογγίνου τόν ἀποκεφάλισαν μαζί μέ τούς δύο στρατιῶτες. Ἡ τίμια κάρα του στάλθηκε στόν Πιλάτο, γιά νά ἐπιβεβαιωθῆ ἡ ἐκτέλεση τῆς διαταγῆς. Οἱ ἰουδαῖοι τήν παράχωσαν μέσα σέ κοπριά ἀλλά μετά ἀπό πολλά χρόνια ἀποκαλύφθηκε μέ θεία ὀπτασία σέ μία γυναίκα ἀπό τήν Καππαδοκία, ἡ ὁποία τὴν πῆρε στήν πατρίδα της καί τήν ἀποθησαύρισε σέ ἐκκλησία πού ἔκτισε στό ὄνομα τοῦ Ἁγίου Λογγίνου. Ἀπό τότε εἶναι πηγή πολλῶν θαυμάτων.