ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Τιμ. γ΄ 1-13
1 Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. 2 δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν, 3 μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ᾿ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, 4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος· 5 εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; 6 μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. 7 δεῖ δὲ αὐτόν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. 8 Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, 9 ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. 10 καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες. 11 γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσι. 12 διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. 13 οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. θ΄ 10-15
10 Τὸν λόγον ἐκράτησαν, πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες, ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίας δεῖ ἐλθεῖν πρῶτον. 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ; 13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾿ αὐτόν. 14 Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς. 15 καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΒΑΣΙΛΙΣΣΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΣ ΘΕΟΦΑΝΩ
Στίς 16 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἀοιδίμου βασιλίσσης καί θαυματουργοῦ Θεοφανοῦς, συζύγου Λέοντος τοῦ σοφωτάτου βασιλέως. Γεννήθηκε στήν Κωνσταντινούπολη καί προερχόταν ἀπό βασιλικό γένος, θυγατέρα τοῦ Κωνσταντίνου Ἰλλουστρίου καί τῆς Ἄννης, οἱ ὁποίοι κατάγονταν ἀπό τήν Ἀνατολή. Ἦταν ἄτεκνοι καί παρακαλοῦσαν θερμά τήν Ὑπεραγία Θεοτόκο νά τούς χαρίσει παιδί. Ἐπειδή μέ πίστη παρακαλοῦσαν τήν Παναγία, ἀπέκτησαν ἕνα κορίτσι, τήν βασίλισσα Θεοφανώ. Ὅταν ἔγινε ἕξι ἐτῶν ξεκίνησε νά μαθαίνει τά ἱερά γράμματα καί ἀπέκτησε ὅλες τίς ἀρετές. Καθώς πρόκοπτε σέ ὅλα τά καλά, τήν ζήτησε ὁ βασιλιάς Βασίλειος ὁ Μακεδών γιά νόμιμη σύζυγου τοῦ γυιοῦ του Λέοντος. Μετά ἀπό μικρό διάστημα ὁ διάβολος ἔσπειρε διχόνοια μεταξύ τοῦ Βασιλείου καί τοῦ Λέοντος, μέ ἀποτέλεσμα νά κλείσει τό νεαρό ζευγάρι στήν φυλακή γιά τρία χρόνια. Συμφιλιώθηκαν ὅμως πάλι καί ὅταν ἀρρώστησε ὁ Βασίλειος ἀνεκήρυξε βασιλιά τόν Λέοντα. Ἡ Θεοφανώ παρόλο πού πλέον ἦταν βασίλισσα καί ἔμενε στό παλάτι, φρόντιζε πρωτίστως γιά τήν σωτηρία τῆς ψυχῆς της καί ἀδιαφοροῦσε γιά τίς πρόσκαιρες χαρές αὐτῆς τῆς ζωῆς. Δοξολογοῦσε νυχθημερόν τόν Θεό μέ ὕμνους καί ψαλμούς καί ζοῦσε μέ ἐγκράτεια καί ἐλεημοσύνη. Ἐξωτερικά φοροῦσε τήν βασιλική ἀλουργίδα, ἐσωτερικά ὅμως ἦταν ντυμένη μέ κουρέλια καί τρίχινα ροῦχα γιά νά ταλαιπωρεῖ τό σῶμα της. Καταφρονοῦσε τά πλούσια συμπόσια καί τρεφόταν μέ λάχανα καί ψωμί. Μοίραζε στούς φτωχούς ὄχι μόνο τά χρήματα πού κατέληγαν στά χέρια της, ἀλλά καί τά κοσμήματα καί πολύτιμα φορέματά της. Φρόντιζε τίς χῆρες, τά ὀρφανά καί χάριζε σέ μοναστήρια καί ἀσκητήρια χρήματα καί κτήματα. Φερόταν στούς δούλους της σάν νά ἦταν παιδιά της καί πάντοτε φερόταν μέ πολύ σεβασμό σέ ὅλους. Ποτέ δέν ορκίσθηκε, ποτέ δέν εἶπε ψέμματα οὔτε κατηγόρησε κάποιον. Πενθούσε διαρκῶς καί προσευχόταν μέ δάκρυα νύχτα καί ἡμέρα. Ἀπό τήν πολλή σκληραγωγία ἀσθένησε, ἀλλά τά πλούσια φαγητά πού τῆς ἔδιναν γιά νά ἀναρρώσει, τά χάριζε στούς φτωχούς. Ἀπαρνήθηκε ὅλα τά χαροποιά αὐτοῦ τοῦ κόσμου καί σήκωσε τόν Σταυρό τοῦ Χριστοῦ. Προγνώρισε τήν κοίμησή της, κάλεσε ὅλους τούς οἰκείους της γιά νά τούς ἀποχαιρετήσει καί παρέδωσε εἰρηνικά τό πνεῦμα της στά χέρια τοῦ Θεοῦ.
Ἀπολυτίκιον
(Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.)
Προελομένη τὰ οὐράνια πόθῳ Θεοφανώ, τὴν βιοτὴν διεξῆλθες, ἀγγελικῶς ἐν γῇ περιπολεύουσα· ὅθεν κατηξίωσαι, οὐρανίων χαρίτων, σὺν Ἀγγέλων τάξεσι, καὶ ἁγίων χορείαις, παριστάμενη τῷ παμβασιλεῖ, ὂν ἐκδυσώπει, εὑρεῖν ἠμᾶς ἔλεος.
Μεγαλυνάριον
Τῆς θεοφανείας τῆς μυστικῆς, τήν βουλήν πληροῦσα, ὡς βασίλισσα νουνεχής, τῆς ὑπερκοσμίου, ἐπέβης βασιλείας, Θεοφανώ Ὁσία ἀξιοθαύμαστε.