ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Κλσ. β’ 1-7
1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί, 2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ πατρὸς καὶ τοῦ Χριστοῦ, 3 ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. 4 Τοῦτο δὲ λέγω ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ· 5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. 6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, 7 ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ἐν τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιγ΄ 31-35
31 Ἐν αὐτῇ τῇ ἡμέρᾳ προσῆλθόν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. 32 καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι· 33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ. 34 Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε! 35 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. λέγω δὲ ὑμῖν ὅτι οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΝΕΙΛΟΣ
Στίς 12 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Νείλου τοῦ ἀσκητοῦ. Ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορα Μαυρικίου καί χρημάτισε ἔπαρχος Κωνσταντινουπόλεως. Νυμφεύθηκε μία σεμνή γυναῖκα κι ἀπέκτησε δύο παιδιά, ἕνα ἀγόρι κι ἕνα κορίτσι. Ἔπεισε τήν συζυγό του κι ἔφυγαν ἀπό την Κωνσταντινούπολη γιά νά πᾶνε στά μοναστήρια τῆς Αἰγύπτου. Ἐκεῖ χωρίσθηκαν κι ὁ μέν ἅγιος Νεῖλος πῆγε μέ τόν γυιό του Θεόδουλο στό ὄρος Σινᾶ, ἡ δέ γυναῖκα του πῆγε μέ τήν κόρη τους σέ ἄλλο τόπο. Στό ὄρος Σινᾶ βάρβαροι ἐπέδραμαν καί αἰχμαλώτισαν τόν Θεόδουλο μαζί μέ ἄλλους πατέρες. Ὁ ἅγιος θρηνοῦσε τόν γυιό του περισσότερο ἀπό τό πρέπον, νικώμενος ἀπό τήν πατρική φιλοστοργία. Χειροτονήθηκε πρεσβύτερος καί συνέγραψε ὑπέροχους λόγους, ἐξαιρετικά σοφούς καί ὠφέλιμους. Ἐκοιμήθη ἐν εἰρήνῃ.
Ἀπολυτίκιον
(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)
Σοφίας τῷ ἄνθρακι, ἀποκαθάρας τόν νοῦν, τό νᾶμα ἐξέπιες, τῆς αἰωνίου ζωῆς βιώσας ὡς ἄγγελος· ὅθεν ἀεί βλυστάνεις τό ἀλλόμενον ὕδωρ, πράξει καί θεωρίᾳ, καταρδεύων τόν κόσμον. Διό σέ ἀνευφημοῦμεν, Νεῖλε Πατήρ ἡμῶν Ὅσιε.
Μεγαλυνάριον
Τῆς φιλοσοφίας τόν θησαυρόν, ἐκ τῆς πανολβίου θησαυρίσας διαγωγῆς, λόγοις ψυχοτρόφοις, πλουτίζεις Πάτερ Νεῖλε, ψυχάς Θεόν πεινώσας, καθάπερ γέγραπται.