ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. β΄ 6-9
6 Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· 7 ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, 8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· 9 ἀλλὰ καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ι΄ 37 – ια΄ 1
37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. 39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 40 Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. 42 καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
ια΄ 1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΘΕΟΔΩΡΑ ΕΝ ΑΛΕΞΑΝΔΡΕΙᾼ
Στίς 11 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ὁσίας μητρός ἡμῶν Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ. Ἡ ἁγία Θεοδώρα ἔζησε κατά τούς χρόνους τοῦ βασιλιᾶ Ζήνωνα, καταγόταν ἀπό τήν Ἀλεξάνδρεια καί ἦταν νυμφευμένη μέ ἕνα σώφρονα καί ἐνάρετο νέο, μέ τόν ὁποῖο ζοῦσαν θεάρεστο καί χριστιανικό βίο. Ἐπειδή ὁ διάβολος φθόνησε τό εὐλογημένο ἀνδρόγυνο, ἐπέτρεψε ὁ Θεός νά πέση ἡ ἁγία Θεοδώρα σέ μοιχεία. Ὅταν ἦλθε σέ συναίσθηση τῆς ἁμαρτίας της καί ἄκουσε τούς λόγους τοῦ Κυρίου ὅτι «Οὐκ ἔστι κρυπτόν, ὅ οὐ φανερόν γενήσεται», ἀπαρνήθηκε τόν κόσμο καί τά τοῦ κόσμου καί ἐνδύθηκε τό μοναχικό σχῆμα σέ ἀνδρικό μοναστήρι, ὥστε νά μή μποροῦν οἱ οἰκεῖοι της νά τήν ἀνακαλύψουν καί μάλιστα μετονομάσθηκε σέ Θεόδωρος. Ζώντας ὁ Θεόδωρός μέ προσευχή, αὐταπάρνηση καί βαθειά μετάνοια μετά ἀπό δύο χρόνια, φθονούμενος ἀπό τόν διάβολο, συκοφαντήθηκε ἀπό κάποιους μοναχούς ὅτι πόρνευσε καί μάλιστα τοῦ ἄφησαν ἔξω ἀπό τό κελλί του ἕνα μωρό, μέ τήν κατηγορία ὅτι εἶναι ὁ καρπός τῆς ἁμαρτίας του. Ὁ ἀοίδιμος Θεόδωρός ἀποδέχθηκε χωρίς γογγυσμό τήν συκοφαντία καί χωρίς νά ἀποκαλύψη ὅτι ἦταν γυναίκα καί ἀφοῦ ἔφτιαξε μία καλύβα ἐκτός τῆς μονῆς μεγάλωνε τό παιδί, καταξηραίνοντας τό σῶμα του μέ τήν προσευχή, τίς ὁλονύκτιες στάσεις καί τίς ἀγρυπνίες. Μετά ἀπό ἑπτά χρόνια, ἀφοῦ εἶχε δαμάσει τήν γυναικεία φύση, ζώντας ὡς ἄνδρας καί ἔχοντας στολισθῆ ὅλες τίς ἀρετές τοῦ Κυρίου κοιμήθηκε ἐν Κυρίῳ. Ὅταν οἱ συμμοναστές του θέλησαν νά ἐνταφιάσουν τό τίμιο λείψανο ἀποκαλύφθηκε πρός δόξαν Θεοῦ ὅτι ὁ Θεόδωρος ἦταν γυναίκα καί ὅτι ἄδικα εἶχε συκοφαντηθῆ.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας πίστεως.)
Δῶρον ἔνθεον, ἠγιασμένον, Θεῶ ἤνεγκας, τὴν
βιοτήν σου, Θεοδώρα Ὁσία πανεύφημε, τῆς μετανοίας τὸ πῦρ γὰρ
ἐμφαίνουσα, μέσον ἀνδρῶν φιλοσόφως διέλαμψας, ὅθεν πρέσβευε, ἀπαύστως τῷ
σὲ δοξάσαντι, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Τίς σου τῆς ἀσκήσεως τὸ στερρόν, καὶ τῆς μετανοίας, ἀνυμνήσει, τὸ καρτερόν; Σὺ γὰρ Θεοδώρα, ὑπερφυέσι πόνοις, τὸν παλαμναῖον ὄφιν, κατετραυμάτισας.