14 Ὀκτωβρίου
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Φιλιπ. α’ 12-20
Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾿ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾿ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι· οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾿ ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. η’ 22-25
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς· διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν. πλεόντων δὲ αὐτῶν ἀφύπνωσε. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα! ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. εἶπε δὲ αὐτοῖς· ποῦ ἐστιν ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΚΟΣΜΑΣ Ο ΜΕΛΩΔΟΣ
Στίς 14 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Κοσμᾶ τοῦ ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ. Ὁ ἅγιος Κοσμᾶς σέ πολλή νεαρά ἡλικία ἔμεινε ὀρφανός καί γιά τόν λόγο αὐτό υἱοθετήθηκε ἀπό τόν πατέρα τοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ. Ὁ πατέρας τοῦ ἁγίου Ἰωάννου ἦταν πολύ πλούσιος, εἶχε δέ μεγάλο ἀξιώμα στήν πόλη τῆς Δαμασκοῦ· ἔτσι μεγάλωσε τόν Κοσμᾶ μέ μεγάλη φροντίδα καί ἀγάπη. Μάλιστα, εἶχε πάρει στό σπίτι του ἕνα σοφό καί πολυμαθῆ διδάσκαλο τόν Κοσμᾶ, ὁ ὁποῖος δίδαξε στόν Ἰωάννη καί στόν Κοσμᾶ τόσο τήν θεία ὅσο καί τήν ἀνθρώπινη σοφία. Οἱ δύο νέοι ἐπειδή ἦσαν πολύ ἔξυπνοι σέ λίγο χρόνο ἔμαθαν ὅλη τήν φιλοσοφία, τήν γραμματική, τήν ἀστρονομία, τήν γεωμετρία καί τήν μουσική. Ἒφθασαν στό ἄκρο τῆς σοφίας καί ἔγιναν σέ ὅλους ἀγαπητοί καί σεβάσμιοι. Ἔπειτα ἀναχώρησαν μαζί γιά τήν Λαύρα τοῦ Ἁγίου Σάββα στήν ἔρημο τῆς Ἰουδαίας , ὅπου ἐκάρησαν μοναχοί. Ἀργότερα ὁ Πατριάρχης Ἱεροσολύμων Ἰωάννης τόν μέν Ἰωάννη χειροτόνησε πρεσβύτερο τόν δέ Κοσμᾶ μέ τήν προτροπή καί τῆς Συνόδου τόν χειροτόνησε Ἐπίσκοπο Μαϊουμᾶ, πόλη παραθαλάσσια τῆς Παλαιστίνης. Ὁ ἅγιος Κοσμᾶς ὀνομάζεται καί Μελωδός, ἐπειδή ὑπῆρξε πολύ μεγάλος ὑμνογράφος τῆς Ἐκκλησίας, ἀφοῦ ἔγραψε πολλά καί σπουδαῖα κοντάκια, ὕμνους ἀλλά καί κανόνες, ὅπως τῶν Χριστουγέννων ἀλλά καί τό “Κύματι θαλάσσης” τοῦ Μεγάλου Σαββάτου. Ἀφοῦ ποίμανε θεοφιλῶς καί θεαρέστως τό ποίμνιό του ἐξεδήμησε πρός τόν Κύριο σέ μεγάλη ἡλικία.