Τετάρτη 31 Αυγούστου 2022

ΑΙ ΑΓΙΟΙ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΠΑΡΘΕΝΟΙ ΚΑΙ ΑΜΜΟΥΝ Ο ΔΙΑΚΟΝΟΣ

1η Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Τιμ. β΄ 1-7

    1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, 2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. 3 τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ, 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5 εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις, 7 εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, -ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι,- διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. δ΄ 16-22

   16 Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, 19 κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΙ ΑΓΙΟΙ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΠΑΡΘΕΝΟΙ ΚΑΙ ΑΜΜΟΥΝ Ο ΔΙΑΚΟΝΟΣ

   Τήν 1η Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῶν ἁγίων τεσαράκοντα Παρθένων καί ἀσκητριῶν καί Ἀμμοῦν διακόνου καί διδασκάλου αὐτῶν. Ἔζησαν κατά τούς χρόνους τοῦ Λικινίου (303) καί κατάγονταν ἀπό τήν Ἀνδριανούπολη τῆς Μακεδονίας. Διδάσκαλος καί ὁδηγός τους στήν κατά Χριστόν ζωή ἦταν ὁ διάκονος Ἀμμοῦν. Συνελήφθησαν ἀπό τόν ἄρχοντα τῆς Ἀνδριανουπόλεως Βάβδον καί τιμωρήθηκαν πολύ σκληρά, διότι δέν προσκυνοῦσαν τά εἴδωλα. Προσευχήθηκαν στόν Θεό καί ὁ εἰδωλολάτρης ἱερέας μέ θαυμαστό τρόπο ἁρπάχθηκε καί αἰωρεῖτο στόν ἀέρα ἐπί πολλές ὧρες, ὥσπου ἔπεσε καί ξεψύχησε. Τόν ἅγιο Ἀμμοῦν τόν κρέμασαν καί τοῦ ἔγδερναν τίς πλευρές καί ἔπειτα τοῦ ἔβαλαν στό κεφάλι πυρακτωμένη σιδερένια περικεφαλαία. Ἀπό αὐτές τίς τιμωρίες φυλάχθηκε ἀβλαβής, γι’ αὐτό στάλθηκε μαζί μέ τίς σαράντα Παρθένες στήν Ἡράκλεια τῆς Θράκης, ὅπου μέ διαταγή τοῦ Λικινίου οἱ μέν δέκα Παρθένοι ρίχθηκαν στήν φωτιά, οἱ ὀκτώ ἀποκεφαλίσθηκαν μαζί μέ τόν διάκονο Ἀμμοῦν, οἱ ἄλλες δέκα χτυπήθηκαν στό στόμα καί στήν καρδιά μέ σπαθί καί παρέδωσαν τήν ἁγία τους ψυχή. Ἀπό τίς δώδεκα τελευταῖες, ἄλλες τίς θανάτωσαν μέ μαχαίρι καί ἄλλες βάζοντας στό στόμα τους ἀναμμένα σίδερα.

Ἀπολυτίκιον

(Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον)

   Ἀθλητῶν αἱ χορείαι, δεῦτε συνδράμετε καὶ τεσσαράκοντα κόρας μετὰ Ἀμμοὺν εὐσεβοῦς μεγαλύνατε, λαμπρῶς πανηγυρίζουσι ὅτι ἐνήθλησαν στερρῶς τῇ ἀσκήσει ἐν Χριστῷ, ῥωσθεῖσαι καὶ λαμπρυνθῆσαι πρεσβεύουσαι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγαλυνάριον

   Τὴν σεμνὴν χορείαν ἀθλητριῶν, τὴν λελαμπρυσμένην τῇ ἀσκήσει διὰ Χριστὸν, μετὰ διδασκάλου Ἀμμοὺν δεῦτε συμφώνως, ἐπαίνοις ἐγκωμίων πάντες τιμήσωμεν.