Πέμπτη 4 Φεβρουαρίου 2021

Ο ΟΣΙΟΣ ΙΣΙΔΩΡΟΣ Ο ΠΗΛΟΥΣΙΩΤΗΣ

 4 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ια΄31 – ιβ΄9

     31 Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

ια΄ 1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. 2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. 6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. 7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· 9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ματθ. ι΄ 37 – ια΄ 1

     37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. 39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 40 Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. 42 καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
ια΄ 1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΙΣΙΔΩΡΟΣ Ο ΠΗΛΟΥΣΙΩΤΗΣ

     Στίς 4 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ ὁσίου Ἰσιδώρου τοῦ Πηλουσιώτου, ὁ ὁποῖος καταγόταν ἀπό τήν Αἴγυπτο και ἔζησε στό δεύτερο μισό τοῦ 4ου αἰώνα καί τό πρῶτο τοῦ 5ου. Σπούδασε θεολογία καί ἑλληνική φιλοσοφία. Ἐργάστηκε ὡς κατηχητής καί διδάσκαλος τῆς Ἐκκλησίας τῆς Ἀλεξανδρείας καί ἀργότερα ἀπεσύρθη σέ ἕνα μοναστήρι τοῦ Πηλουσίου γι᾽ αὐτό καί ὀνομάστηκε Πηλουσιώτης. Ὁ Ἰσίδωρος ἦταν «τύπος ἀσκητικός, ἄμεμπτος καί τολμηρός ἀπέναντι τῶν ἀρχόντων, εἴτε ἐκκλησιαστικοί ἦσαν εἴτε πολιτικοί, ὁσάκις ἐπρόκειτο περί σκανδαλωδῶν παρανομιῶν καί παρεκτροπῶν των».
Σώζονται πολλές ἐπιστολές του, οἱ ὁποῖες δείχνουν την πολυμάθειά του, ἀλλά καί την εὐκολία μέ τήν ὁποία χειριζόταν τήν ἑλληνική γλώσσα.

Τὸ ἀπολυτίκιο τοῦ ὁσίου ἀναφέρει:
«Σοφίᾳ κοσμούμενος, παντοδαπῇ εὐκλεῶς, τοῖς λόγοις ἐκόσμησας, τήν Ἐκκλησίαν Χριστοῦ, Ἰσίδωρε Ὅσιε· σύ γάρ δι᾽ ἐγκρατείας, σεαυτόν ἐκκαθάρας, πράξει καί θεωρίᾳ, διαλάμπεις ἐν κόσμῳ· δι᾽ ὧν μυσταγωγούμεθα, Πάτερ τά κρείττονα».
Πρωτ. Δ.Δ.Τ.