Κυριακή 24 Απριλίου 2022

ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ

 24 Ἀπριλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. α΄ 1-8

   1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, 2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· 5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. 6 οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7 εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, 8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. α΄ 1-17

   1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. 2 Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. 3 πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. 4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. 5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. 6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· 7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾿ αὐτοῦ. 8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. 9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. 10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. 11 εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, 13 οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ Θεοῦ ἐγεννήθησαν. 14 Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων· οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 16 Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· 17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ

    Τήν Ἁγία καί Μεγάλη Κυριακή τοῦ Πάσχα ἑορτάζουμε τήν ζωηφόρο και φωτοφόρο Ἀνάσταση τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὀνομάζεται Πάσχα ἀπό τήν ἑβραϊκή λέξη, ἡ ὁποία στά ἑλληνικά σημαίνει διάβαση. Οἱ Ἑβραίοι ἑόρταζαν τήν θαυματουργική διάβαση τῆς Ἐρυθρᾶς θαλάσσης καί τήν ἀπελευθέρωσή τους ἀπό τήν τυραννία τῶν Αἰγυπτίων. Οἱ Ὀρθόδοξοι ἑορτάζουμε τό νοητό καί ἀληθινό Πάσχα, δηλαδή τήν διάβαση ἀπό τήν ἁμαρτία καί τόν θάνατο πρός τήν οὐράνια ἀφθαρσία καί τήν ἀπελευθέρωσή μας ἀπό τήν τυραννία τοῦ διαβόλου.

   Κατά τούς ἁγίους Πατέρες ὅταν ὁ Χριστός κατέβηκε στόν Ἅδη ἀνέστησε μόνο ὅσους τόν πίστεψαν καί πίστεψαν ὅσοι εἶχαν καθαρή ζωή. Ἐλευθέρωσε τίς ψυχές τῶν ἁγίων, γι’αὐτό ἑορτάζουμε μέ μεγάλη χαρά καί λαμπρότητα τήν Ἀνάσταση καί τήν ἀφθαρσία πού μᾶς χάρισε ἡ εὐσπλαγχνία τοῦ Θεοῦ. Ὁ πασχαλινός ἀσπασμός δείχνει τήν κατάργηση τῆς παλαιᾶς ἔχθρας καί τήν ἕνωση μέ τόν Θεό καί τούς ἀγγέλους.

   Στή μέση τῆς νύχτας ἔγινε μεγάλος σεισμός καί ἄγγελος Κυρίου ἀπεκύλισε τόν βράχο πού ἔφραζε τήν εἴσοδο τοῦ τάφου. Οἱ στρατιῶτες, οἱ ὁποίοι μετά ἀπό ἀπαίτηση τῶν Ἰουδαίων φυλοῦσαν τόν τάφο, τρόμαξαν κι ἔφυγαν. Μετά ἦρθαν οἱ Μυροφόρες γιά νά ἀλείψουν τό Σῶμα τοῦ Ἰησοῦ μέ μύρα καί ἡ πρώτη πού εἶδε τόν ἀναστημένο Χριστό ἦταν ἡ Παναγία καί ἡ Μαρία ἡ Μαγδαληνή. Ἀφοῦ τόν προσκύνησαν, ἀνήγγειλαν τό γεγονός στούς Μαθητές. Τό γένος πού πρῶτο ἄκουσε “ἐν λύπαις τέξῃ τέκνα”, ἐκεῖνο δέχτηκε πρῶτο τήν χαρά τῆς Ἀναστάσεως. Ἡ Παναγία, ὡς κατ’ ἐξοχήν γνωστική, δόξασε τόν Θεό καί ἡσύχαζε. Ἡ Μαρία ἡ Μαγδαληνή ὅμως, ξαναπῆγε στό μνημεῖο γιά νά ξαναδεῖ τόν Χριστό καί νά τόν ξανασπαστεῖ. Ἐμποδίστηκε ὅμως ἀπό τόν Κύριο γι’ αὐτήν τήν μάταια περιέργεια.

   Ὁ Ἰησοῦς ἀναστήθηκε τήν τρίτη ἡμέρα, χωρίς νά χαλάσουν οἱ σφραγῖδες τοῦ τάφου, ὅπως ἀργότερα μπῆκε στόν χῶρο, ὅπου βρίσκονταν οἱ Μαθητές μέ κλειστές τίς πόρτες. Οἱ φύλακες τοῦ τάφου πῆγαν κι ἀνήγγειλαν καταφοβισμένοι τά γεγονότα στούς ἀρχιερεῖς, οἱ ὁποίοι ἔπεισαν μέ ἀρκετά χρήματα τούς στρατιῶτες να ποῦν ὅτι οἱ μαθητές ἔκλεψαν τό σῶμα τοῦ διδασκάλου τους τήν ὥρα πού έκεῖνοι κοιμόντουσαν. Οἱ Μαθητές ὅμως ἦταν κλεισμένοι ἀπό τόν φόβο τους καί δέν τολμοῦσαν νά πᾶνε στόν τάφο, ἀκριβῶς διότι ἤξεραν ὅτι ὑπῆρχε φρουρά. Μά ἀκόμα κι ἄν πήγαιναν, δέν θά καθυστεροῦσαν γιά νά ξεκολλήσουν το σεντόνι ἀπό τό Σῶμα τοῦ Κυρίου.

   Μέ τήν Ἀνάσταση τοῦ Κυρίου ἑνώθηκε ἡ γῆ μέ τόν οὐρανό καί συμφιλιώθηκε ὁ ἄνθρωπος μέ τόν Θεό.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καί γῆ καί τά καταχθόνια. Ἑορταζέτω γοῦν πᾶσα κτίσις τήν ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται”.

 Ἀπολυτίκιον (Ἦχος πλ. α΄)

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.