Τετάρτη 1 Σεπτεμβρίου 2021

Ο ΔΙΚΑΙΟΣ ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 1η Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Τιμ. β΄ 1-7

    1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, 2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. 3 τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ, 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5 εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις, 7 εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, -ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι,- διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. δ΄ 16-22

   16 Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, 19 κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΔΙΚΑΙΟΣ ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

    Τὴν 1η Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ διαδόχου τοῦ νομοθέτη Μωϋσέως, Ἰησοῦ, υἱοῦ τοῦ Ναυῆ. Ὅταν νίκησε τούς ἀλλοφύλλους στήν Ἱεριχώ εἶδε τόν ἀρχάγγελο Μιχαήλ νά κρατᾶ σπαθί στό χέρι του. Γι’αὐτό ἔριξε κάτω τά ἅρματά του κι ἔπεσε νά τόν προσκυνήσει. Πολεμώντας τούς Γαβαωνῖτες καί βλεποντας ὅτι ὁ ἥλιος θά ἔδυε, παρακάλεσε τόν Θεό νά σταματήσει ὁ ἥλιος γιά νά πολεμήσει κι ἄλλο. Πράγματι ὁ ἥλιος στάθηκε στόν οὐρανό καί οἱ Ἑβραίοι νίκησαν τούς ἀλλοφύλους. Διέσχισε τήν ἔρημο μέ τόν λαό του καί διαμοίρασε τήν γῆ τῆς ἐπαγγελίας, δηλαδή τήν Παλαιστίνη καί τήν Ἱερουσαλήμ. Ἦταν ὁ φόβος καί τρόμος τῶν γειτονικῶν λαῶν κι ἔδειξε τήν ἀνδρεία καί τήν ἀρετή του σέ πολλούς πολέμους. Κυβέρνησε τόν λαό τοῦ Ἰσραήλ ἐπί εἰκοσιεπτά ἔτη μέ ὁσιότητα καί δικαιοσύνη καί πέθανε εἰρηνικά περίπου τό 1440 π.Χ.