Ἄναρχος Θεός καταβέβηκεν καὶ ἐν τῇ Παρθένῳ κατῴκησεν
Βασιλεύς τῶν ὅλων καὶ Κύριος, ἦλθε τόν Ἀδὰμ ἀναπλάσασθαι
Γηγενεῖς σκιρτᾶτε καὶ χαίρεσθε, τάξεις τῶν ἀγγέλων εὐφραίνεσθε
Ἐξ ἀνατολῶν Μάγοι ἔρχονται, δῶρα προσκομίζοντες ἄξια
Ζητοῦν προσκυνῆσαι τόν Κύριον, τόν ἐν τῷ σπηλαίῳ τικτόμενον
Ἤνεγκεν ἀστὴρ μάγους ὁδηγῶν, ἔνδον τοῦ σπηλαίου ἐκόμισεν
Θεός, βασιλεύς προαιώνιος, τίκτεται ἐκ κόρης Θεόπαιδος
Ἰδών ὁ Ἡρώδης ὡς ἔμαθεν, ὅλως ἐξεπλάγη ὁ δείλαιος
Κράζει και βοά προς τους ιερείς, τους δοξολογούντας τον Κύριον:
Λέγετε σοφοί καί διδάσκαλοι ἄρα ποῦ γεννᾶται ὁ Κύριος;
Μέγα καί φρικτόν τό τεράστιον, ὁ ἐν οὐρανοῖς ἐπεδήμησεν
Νύκτα Ἰωσήφ ρῆμα ἤκουσε, ἄγγελος Κυρίου ἐλάλησεν
Ξένον καί παράδοξον ἄκουσμα καί ἡ συγκατάβασις ἄρρητος
Ὁ μακροθυμήσας καί εὔσπλαχνος, πάντων ὑπομένει τά πταίσματα
Πάλιν οὐρανοί ἀνεώχθησαν ἄγγελοι αὐτοῦ ἀνυμνήτωσαν
Ρήτορες ἐλθόντες προσέπεσον βασιλέα μέγαν καί ἔνδοξον
Σήμερον ἡ κτίσις ἀγάλλεται καί πανηγυρίζει κι' εὐφραίνεται
Τάξεις τῶν ἀγγέλων ἐξέστησαν ἐπί τό παράδοξον θέαμα
Ὕμνους καί δεήσεις ἀνέμελπον τῶν πάντων δεσπότην καί ἄνακτα
Φῶς ἐν τῷ σπηλαίῳ ἀνέτειλε καί τοῖς ἐν τῷ σκότει ἐπέλαμψε
Χαίρουσα ἡ φύσις ἀγάλλεται καί πανηγυρίζει κι' εὐφραίνεται
Ψάλλοντες Χριστόν, τόν Θεόν ἡμῶν, τόν ἐν τῷ σπηλαίῳ τικτόμενον
Ὧ Παρθενομήτορ καί Δέσποινα, σῶζε τούς εἰς Σέ καταφεύγοντας.