Κυριακή 25 Δεκεμβρίου 2022

Η ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ

25 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. δ΄ 4-7

     4 Ὃτε δέ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. 6 Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον· ἀββᾶ ὁ πατήρ. 7 ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾿ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. β΄ 1-12

 

     1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα 2 λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. 3 Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ, 4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. 5 οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· 6 Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. 7 Τότε Ἡρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, 8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. 9 οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον· 10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, 11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· 12 καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ

   Στίς 25 Δεκεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τή γέννηση τοῦ Σωτῆρος Χριστοῦ. Εἶναι μεγάλη καί χαρμόσυνη ἡ ἡμέρα, γιατί ὁ Θεός στέλνει τό μονογενή του Υἱό στή γῆ γιά τή δική μας σωτηρία. Ἀπό τό Μέγα Ὡρολόγιο τῆς Ἐκκλησίας μεταφέρουμε τή σχετική περιγραφή τῆς γεννήσεως τοῦ Σωτῆρος Χριστοῦ: «Ἐγεννήθη ὁ Σωτήρ ἡμῶν ἐν Βηθλεέμ, πόλει τῆς Ἰουδαίας· ὅπου ἀναβάς ὁ Ἰωσήφ ἀπό Ναζαρέτ τῆς Γαλιλαίας, συμπαρέλαβε καί Μαριάμ τήν μνηστήν αὐτοῦ, ἔγκυον οὖσαν, ἵνα, κατά τόν ἐν ἐκείναις ταῖς ἡμέραις ἐκδοθέντα ὁρισμόν τοῦ τότε μοναρχοῦντος Αὐγούστου Καίσαρος, ἀπογραφῶσι καί αὐτοί εἰς τόν κατάλογον τῶν ὑπηκόων. Ἐλθούσης δέ τῆς ὥρας τῆς γέννας, καί διά τήν συνδρομήν τοῦ πολλοῦ πλήθους, μή ὄντος τόπου περιττοῦ ἐν τῷ δημοσίῳ καταλύματι, ἠνάγκασεν ἡ περίστασιν τήν Παρθένον, ἵνα, εἰσελθοῦσα εἰς σπήλαιον, κείμενον πλησίον τῆς Βηθλεέμ, καί εἰς σταῦλον τῶν ἀλόγων χρησιμεῦον, γεννήσῃ ἐκεῖ, καί σπαργανώσασα τό βρέφος τό γεννηθέν, ἀνακλίνῃ αὐτό ἐπάνω φάτνης».

Ἀπολυτίκιον

Ἦχος δ΄.

  Ἡ Γέννησίς σου Χριστέ ὁ Θεός ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τό φῶς τό τῆς γνώσεως· ἐν αὐτῇ γάρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπό Ἀστέρος ἐδιδάσκοντο, σέ προσκυνεῖν, τόν Ἥλιον τῆς δικαιοσύνης καί σέ γινώσκειν ἐξ ὕψους Ἀνατολήν, Κύριε δόξα σοι.

Μεγαλυνάριον

  Δόξα ἐν ὑψίστοις πᾶσα πνοή, ἐν χαρᾷ βοάτῳ τῷ τεχθέντι ἐν Βηθλεέμ· ἐπί γῆς γάρ ὤφθης, δωρούμενος εἰρήνην· τήν τούτου προσκυνήσωμεν θείαν Γέννησιν.