Σάββατο 26 Νοεμβρίου 2022

ΟΣΙΟΣ ΑΛΥΠΙΟΣ Ο ΚΙΟΝΙΤΗΣ

 26 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ια΄ 1-6

  1 Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου· 2 ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· 3 φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. 4 εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνείχεσθε. 5 λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων. 6 εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾿ οὐ τῇ γνώσει, ἀλλ᾿ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι’ 19-21

  19 Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. 21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΣΙΟΣ ΑΛΥΠΙΟΣ Ο ΚΙΟΝΙΤΗΣ

    Στίς 26 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ὁσίου Ἀλυπίου, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν Ἀνδριανούπολη τῆς Παφλαγονίας καὶ ἔζησε τὸν 6ο αἰώνα. Σύμφωνα μὲ τὸν Συναξαριστὴ «διεκρίθη διὰ τὴν πρὸς τοὺς πάσχοντας συμπάθειάν του, ἐδαπάνησε δὲ ὅλην τὴν ὄχι εὐκαταφρόνητον περιουσίαν του ὑπὲρ χηρῶν καὶ ὀρφανῶν. Ἔπειτα, μείνας πάμπτωχος, ἐτράπη πρὸς τὴν ἔρημον καὶ διήγαγεν ἀσκητικωτάτην ζωήν. Ἀλλὰ ἐνᾧ ἐπεζήτει τὴν μόνωσιν, ἡ φήμη τῆς ἀρετῆς του δὲν τὸν ἀφῆκε μόνον. Εὐσεβεῖς ψυχαί, τραυματισθεῖσαι εἰς τὸν ἀγῶνα τῆς ζωῆς καὶ ζητοῦσαι εἰρηνικὸν καὶ ἀκυμάτιστον καταφύγιον, ἦλθον πρὸς τὸν Ἀλύπιον καὶ ἔμειναν μαζί του». Ὁ Ὅσιος Ἀλύπιος ἔζησε 100 χρόνια.

   Πρωτ. Δ.Δ.Τ.

 

Ἀπολυτίκιον

   Δοξάζων ὁ Θεός, τὴν σὴν γέννησιν Πάτερ, προέγραψε σαφῶς, τῆς ζωῆς σου τὴν χάριν· αὐτῷ γὰρ εὐηρέστησας, ἀρετῶν τελειότητι, ὅθεν ἤστραψας, ἀπὸ τοῦ κίονος πᾶσι, τῶν ἀγώνων σου, τὰς ἀληθεῖς ἀντιδόσεις, Ἀλύπιε Ὅσιε.

Μεγαλυνάριον

   Λιπών χαμαιζήλους διατριβάς, ὤφθης οὐρανόφρων, ἐν τῷ κίονι ὑψωθείς· ὅθεν ἔξω κόσμου, Ἀλύπιε βιώσας, ὑπερκοσμίου δόξης ἐνδίκως ἔτυχες.