Τρίτη 2 Αυγούστου 2022

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΔΑΛΜΑΤΟΣ, ΦΑΥΣΤΟΣ ΚΑΙ ΙΣΑΑΚΙΟΣ

 3 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ι΄ 12-23

   12 Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. 13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. 14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας. 15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. 16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; 17 ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; 19 τί οὖν φημί; ὅτι εἴδωλόν τί ἐστιν; ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν; 20 ἀλλ᾿ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει καὶ οὐ Θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21 οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ις΄ 20-24

   20 Τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός. 21 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτη ἡμέρᾳ ἐγερθῆναι. 22 καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23 ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. 24 Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΔΑΛΜΑΤΟΣ, ΦΑΥΣΤΟΣ ΚΑΙ ΙΣΑΑΚΙΟΣ

   Στίς 3 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τοὺς ἁγίους Δαλμάτο, Φαῦστο καὶ Ἰσαάκιο.Ὁ ἅγιος Δαλμάτος ἦταν στρατιώτης κατὰ τοὺς χρόνους τοῦ Μεγάλου Θεοδοσίου καὶ ζοῦσε μὲ εὐσέβεια. Ἀργότερα ἄφησε τὴν οἰκογένειά του καὶ ἀφοῦ πῆρε τὸν γυιὸ του Φαῦστο ἔγινε μοναχὸς κοντὰ στὸν ἅγιο Ἰσαάκιο, ὅπου καὶ ἔφθασε σὲ μεγάλα ὕψη ἀρετῆς. Ὁ Ἰσαάκιος κατοικοῦσε ἀπὸ νεαρὰ ἡλικία στὴν ἔρημο καλλιεργώντας τὶς ἀρετές, ὁ δὲ λόγος του ἦταν χαριτωμένος, ἐπειδὴ ἡ ζωὴ του ἦταν ἐνάρετη. Ὅταν ὁ ἀρειανόφιλος αὐτοκράτορας Οὐάλης πῆγε νὰ πολεμήση τοὺς Σκύθες καὶ τοὺς Γότθους εἶπε πρὸς αὐτὸν ὁ Ἰσαάκιος πώς, ἐὰν ἐπιτρέψη νὰ λειτουργήσουν οἱ ὀρθόδοξοι ναοὶ θὰ γυρίση νικητὴς ἀπὸ τὸν πόλεμο.Ὁ Οὐάλης ὄχι μόνο δὲν πείσθηκε, ἀλλὰ τὸν προειδοποίησε πώς, ὅταν θὰ γυρίση, θὰ τὸν ὑποβάλη σὲ βασανιστήρια.Ὁ ἅγιος Ἰσαάκιος τοῦ ὑπόδειξε ὅτι πρόκειται νὰ ἡττηθῆ στὸ πόλεμο καὶ ὅτι θὰ καῆ ζωντανὸς μέσα σὲ ἕνα ἀχυρώνα. Ὁ ἅγιος ὅταν ἐπρόκειτο νὰ ἀπέλθη πρὸς τὸν Κύριο χειροτόνησε τὸν Δαλμάτο ἡγούμενο.Ὁ ἅγιος Δαλμάτος διέπρεψε στὴν ἄσκηση καὶ μάλιστα ἔμεινε σαράντα ἡμέρες νηστικός. Ὁ βασιλιὰς καὶ ἡ Σύγκλητος τὸν σέβονταν οἱ δὲΠατέρες τῆς τρίτης Οἰκουμενικῆς Συνόδου τὸ 431 τὸν ἀνεκήρυξαν ἀρχιμανδρίτη.Ὁἅγιος Δαλμάτος ἀφοῦ διέπρεψε στὴν ἄσκηση τῶν ἀρετῶν ἐξεδήμησε πρὸς τὸν Κύριο.

 

Άπολυτίκιον

(Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.)

  Τὴν τρίστοιχον χορείαν τῶν Ὅσιων τιμήσωμεν, Φαῦστον Ἰσαάκιον ἅμα, καὶ Δαλμάτιον τὸν ἔνδοξον· ὡς τρίφωτος λαμπὰς γὰρ ἀρετῶν, σκεδάζουσι τὴν νύκτα τῶν παθῶν, καὶ ταῖς θείαις καταυγάζουσι ἀρεταῖς, τοὺς πόθῳ ἀνακράζοντας, δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ ἐνεργούντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.

Μεγαλυνάριον

Χαίρετε Πατέρων ἡ κορωνίς, Ἰσαάκιε, Φαῦστε, καί Δαλμάτε οἱ εὐκλεεῖς· βίου γάρ ἐνθέου, στηλογραφία ὄντες, ὤφθητε Ἐκκλησίας στύλοι ἀκλόνητοι.