Σάββατο 2 Απριλίου 2022

ΟΣΙΟΣ ΤΙΤΟΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ

 2 Ἀπριλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ς΄ 9-12

    9 Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. 10 οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. 11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, 12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ζ΄ 31-37

   31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· ἐφφαθά, ὅ ἐστι διανοίχθητι. 35 καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς 36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΣΙΟΣ ΤΙΤΟΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ

      Στίς 2 Ἀπριλίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ὁσίου Τίτου, τοῦ ὁποίου δυστυχῶς ἀγνοοῦμε τὴν πατρίδα καὶ τὸ χρόνο τῆς ἀκμῆς του. Ὁ Συναξαριστὴς μᾶς δίνει μερικὲς γενικὲς πληροφορίες γιὰ τὸν Ὅσιο: «Ὁ μακάριος καὶ Ἅγιος Πατὴρ ἡμῶν ἠγάπησε τὸν Θεὸν ἐκ νεαρᾶς του ἡλικίας. Μετέβη λοιπὸν εἰς Κοινόβιον καὶ ἔγινε Μοναχὸς καὶ τοσοῦτον προέκοψεν εἰς τὴν ὑπακοὴν καὶ ταπείνωσιν, ὥστε ὑπερέβη ὄχι μόνον τοὺς ἀδελφοὺς τοῦ Κοινοβίου ἐκείνου, ἀλλὰ καὶ ὅλους τοὺς ἄλλους συγχρόνους του Μοναχούς. Γενόμενος δὲ καὶ Ἡγούμενος καὶ Ποιμὴν τῶν λογικῶν προβάτων τοῦ Χριστοῦ, τοσαύτην ἀγάπην, πραότητα καὶ συμπάθειαν εἶχεν ὁ τρισόλβιος εἰς τὸ ποίμνιόν του, ὥστε οὐδεὶς ἄλλος τότε ὑπῆρχεν ὅμοιος αὐτοῦ». Ὁ Ὅσιος ἐκ νεότητος διατηρήθηκε καθαρὸς στὴν ψυχὴ καὶ τὸ σῶμα, γι᾽ αὐτὸ καὶ τοῦ δόθηκε τὸ χάρισμα τῆς θαυματουργίας.

Πρωτ. Δ.Δ.Τ.

 

Ἀπολυτίκιον

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

   Ἀνατεθεὶς ἀπὸ παιδὸς τῷ Κυρίῳ, ἀγγελικῶς ἐπολιτεύσω ἐν κόσμῳ, καὶ τῶν θαυμάτων εἴληφας τὴν χάριν ἐκ Θεοῦ· ὅθεν ἐχρημάτισας, μοναζόντων ἀλείπτης, Τίτε παμμακάριστε, καὶ σοφὸς οἰκονόμος. Ἀλλὰ μὴ παύσῃ Πάτερ ἐκτενῶς, ὑπὲρ τοῦ κόσμου Χριστὸν ἱλεούμενος.

 

Μεγαλυνάριον

    Χαίροις τῶν Πατέρων ὑπογραμμός, καί τῶν μοναζόντων, προμηθέστατος ὁδηγός· χαίροις εὐσεβείας, ἑδραίωμα καί στῦλος, θαυματοφόρε Τίτε Τριάδος τέμενος.