ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. ζ΄ 26 – η΄ 2
26 Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, 27 ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. 28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
η΄ 1 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, 2 τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ι’ 9-16
9 Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. 11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. 13 ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, 15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΟΣ Ο ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ
Στίς 27 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Δημητρίου. Ὁ ἅγιος Δημήτριος ἦταν ἐπιστάτης σέ ταβέρνα στήν Κωνσταντινούπολη καί ἦταν ὄμορφος τόσο στό σῶμα ὅσο καί στήν ψυχή. Γιά τόν λόγο αὐτό τόν ζήλευαν οἱ Τοῦρκοι Λαζοί πού σύχναζαν στήν ταβέρνα καί προσπαθοῦσαν μέ διαφόρους τρόπους νά τόν τουρκέψουν. Μία ἡμέρα κάποια παρέα ἀπό αὐτούς, ἀφοῦ ἤπιαν καί μέθυσαν ἦλθαν στά χέρια μέ ἀποτέλεσμα νά μαχαιρωθῆ ἕνας ἀπό αὐτούς. Ὁ Δημήτριος τότε ἐπενέβη καί ἀφοῦ τούς εἰρήνευσε τούς ἔδιωξε ἀπό τήν ταβέρνα. Τήν ἑπομένη ἡμέρα αὐτοί πῆγαν στόν Βεζύρη καί κατήγγειλαν ψευδῶς ὅτι ὁ Δημήτριος εἶχε μαχαιρώσει τόν Τοῦρκο, ὁπότε σύμφωνα μέ τούς νόμους θά ἔπρεπε ἤ νά θανατωθῆ ἤ νά γίνη Τοῦρκος. Ὁ Βεζύρης τότε τόν κάλεσε, γιά νά τόν ἐξετάση, αὐτός τοῦ διηγήθηκε τό συμβάν, ἀλλά στό τέλος ὁ Βεζύρης κινούμενος ἀπό μῖσος τοῦ εἶπε ὅτι θά ἔπρεπε νά γίνη Τοῦρκος διαφορετικά θά τόν θανάτωνε. Ὁ ἅγιος τοῦ Θεοῦ μέ θάρρος τοῦ ἀποκρίθηκε: «Ἐγώ Τοῦρκο δέν κτύπησα οὔτε Τοῦρκος γίνομαι. Χριστιανός γεννήθηκα Χριστιανός θά πεθάνω». Βλέποντας ὁ Βεζύρης τήν παρρησία του, διέταξε νά τόν ἀποκεφαλίσουν. Τρεῖς φορές οἱ δήμιοι τόν ὁδήγησαν στήν καταδίκη καί τρεῖς φορές τόν γύρισαν πίσω, γιά νά τόν κολακεύσουν καί νά τοῦ ἀλλάξουν τήν γνώμη, ὁ Δημήτριος ὅμως ἔμενε σταθερός στήν πίστη του. Τέλος τόν ἀποκεφάλισαν μπροστά στήν ταβέρνα πού ἐργαζόταν καί ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου, τόν χειμώνα τοῦ 1784. Ὁ Θεός γιά νά τιμήση τόν δοῦλο του ἐπέτρεψε γιά τρεῖς ὁλόκληρες νύκτες οὐράνιο φῶς νά λάμπη πάνω ἀπό τό σκήνωμά του. Μετά δέ ἀπό τρεῖς μῆνες οἱ τοῦρκοι σκότωσαν καί τόν ἰδιοκτήτη τῆς ταβέρνας.