ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Γαλ. ε΄ 22 – ς΄ 2
22 Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. 25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
ς΄ 1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιγ’ 10-17
10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. 11 καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. 12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. 14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 15 ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· ὑποκριτά, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; 16 ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΑΝΑΣΤΑΣΙΟΣ
Στίς 5 Δεκεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου μάρτυρος Ἀναστασίου. Ἦταν χριστιανός κι ἔζησε κατά τούς πρώτους αἰῶνες τῶν διωγμῶν. Βλέποντας τούς ἁγίους χριστιανούς μάρτυρες να βασανίζονται ἀπό τούς εἰδωλολάτρες γιά τήν πίστη τους καί τήν ὁμολογία τοῦ Χριστοῦ, θέλησε κι αὐτός νά τούς μιμηθεῖ. Θεῖος ζῆλος ἄναψε στήν καρδιά του καί στοχαζόταν τά ούράνια ἀγαθά πού εἶναι ἑτοιμασμένα γιά τούς μάρτυρες τοῦ Χριστοῦ. Ἐπιθύμησε νά ἀγωνισθεῖ κι αὐτός γιά νά ἀξιωθεῖ νά λάβει τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου. Κάποια ἡμέρα θερμάνθηκε ἡ καρδιά του ἀπό θεῖο ζῆλο, σταύρωσε τό σῶμα του καί πῆγε αὐτόκλητος στό μαρτύριο. Στάθηκε στό μέσο τοῦ δικαστηρίου καί δυνατά ἀναφώνησε τό τοῦ Ἡσαΐου· “Ἐμφανής ἐγενόμην τοῖς ἐμέ μή ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμέ μή ζητοῦσιν” (Ἡσ. ξε΄ 1). Ὅλοι στράφηκαν πρός τό μέρος του καί ὁ μάρτυς συνέχισε λέγοντας, ἀκοῦστε με ὑπηρέτες τοῦ διαβόλου· εἶμαι Χριστιανός καί πιστεύω στόν Κύριο ἡμῶν Ἰησοῦ Χριστό, τά δέ εἴδωλά σας καί ὅσους τά προσκυνοῦν, τά ἀποστρέφομαι καί τά ἀναθεματίζω”. Οἱ Ἕλληνες βλέποντας τήν παρρησία του ἐξεπλάγησαν, ἀμέσως τοῦ ἔβγαλαν τά ροῦχα καί τόν ἔδειραν δυνατά λέγοντας, σέ τιμωροῦμε γιά τήν ἀναίδειά σου καί γιά τήν πίστη σου στόν Χριστό θά σέ ἀποκεφαλίσουμε, τό δέ σῶμα σου θά τό ρίξουμε στά ψάρια καί στά ἑρπετά. Πράγματι τόν ἀποκεφάλισαν, ἔριξαν τό ἅγιο λείψανό του στήν θάλασσα καί ὁ μάρτυς τοῦ Κυρίου κατόρθωσε νά λάβει τόν ποθούμενο στέφανο τοῦ μαρτυρίου.