ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. ζ΄ 7-17
7 Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. 8 καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. 9 καὶ ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευΐ ὁ δεκάτας λαμβάνων δεδεκάτωται· 10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ. 11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν· ὁ λαὸς γὰρ ἐπ᾿ αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; 12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. 13 ἐφ᾿ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾿ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. 14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε. 15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, 16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· 17 μαρτυρεῖ γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. β΄ 22-40
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, 23 καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. 25 Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾿ αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· 29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. 33 καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. 35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. 36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· 38 καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. 39 Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς τὴν πόλιν ἑαυτῶν Ναζαρέτ. 40 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ
Στίς 2 Φεβρουαρίου ἡ ἁγία μας Ἐκκλησία ἑορτάζει μὲ κάθε λαμπρότητα τὴν μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Ὑπαπαντῆς τοῦ Κυρίου. Ὁ Εὐαγγελιστὴς Λουκᾶς μᾶς διέσωσε στὸ Εὐαγγέλιό του αὐτὴ τὴν λεπτομέρεια, γιὰ νὰ τονίσει, ἀφ’ ἑνὸς μὲν τὸ σεβασμὸ τοῦ Ἐνανθρωπήσαντος Κυρίου μας στὸ Νόμο καὶ τὶς διατάξεις του, ὡς «παιδαγωγὸς εἰς Χριστὸν» (Γαλ. 3, 24), ὅπως τονίζει ὁ Ἀπόστολος Παῦλος καὶ ἀφ’ ἑτέρου νὰ παραθέσει τὴν σημαντικὴ μαρτυρία δύο ἁγίων προσώπων, τοῦ Συμεὼν καὶ τῆς Ἄννας, οἱ ὁποῖοι ζοῦσαν μὲ τὴν προσμονὴ νὰ δοῦν μὲ τὰ μάτια τους τὸ Μεσσία καὶ Λυτρωτὴ τοῦ κόσμου. Ὁ Ἴδιος ὁ Χριστὸς δήλωσε πὼς δὲν ἦρθε νὰ καταλύσει τὸ Νόμο, δηλαδὴ ὁλόκληρη τὴν ἰουδαϊκὴ παράδοση, ὅπως τὴν θέσπισε ὁ μέγας θεόπτης Μωυσῆς καὶ οἱ θεόπνευστοι Προφῆτες, ἀλλὰ νὰ τὸν συμπληρώσει (Ματθ. 5, 17). Αὐτὸ σημαίνει πὼς ὁ μωσαϊκὸς νόμος εἶναι μὲν ἀτελής, ὄχι ὅμως καὶ ἀπορριπτέος. Εἶναι ἀτελής, διότι δόθηκε ἀπὸ τὸ Θεό, ὡς προπαρασκευαστικὸ στάδιο γιὰ τὴν προετοιμασία τοῦ κόσμου, νὰ δεχτεῖ τὴν ἐν Χριστῷ ἀπολύτρωση. Εἶναι ἀτελὴς διότι στὸν προχριστιανικὸ κόσμο κυριαρχοῦσε πνευματικὸ σκοτάδι, μὲ ἐλάχιστες καὶ ἀμυδρὲς φωτεινὲς ἀνάπαυλες. Τὸ φῶς τὸ ἀληθινό, τὴν πλήρη ἀλήθεια ἔφερε ὁ Χριστὸς στὸν κόσμο. Συγκρινόμενος ὁ Νόμος μὲ τὸ Εὐαγγέλιο, γίνεται ἐμφανὴς ἡ διαφορά. Τὸ Εὐαγγέλιο εἶναι ὁ νοητὸς ἥλιος, ὁ ὁποῖος φωτίζει καὶ σῴζει καὶ ὁ Νόμος εἶναι ἡ σελήνη, ἡ ὁποία ἀντιφεγγίζει τὸ φῶς τοῦ Εὐαγγελίου. Γι’ αὐτὸ λοιπὸν καὶ ἡ Ἐκκλησία μας σεβάστηκε τὸ Νόμο, τὴν Παλαιὰ Διαθήκη, τὴν προϊστορία τῆς σωτηρίας. Ἀντίθετα πολλοὶ αἱρετικοὶ καὶ χριστιανομάχοι, ὅπως οἱ νεοπαγανιστὲς ἀπορρίπτουν τὴν Παλαιὰ Διαθήκη, ὡς δῆθεν «ἑβραϊκὴ μυθολογία». Ἐμεῖς ὀφείλουμε, ὅπως ἔκανε ὁ Χριστός, νὰ τήν σεβόμαστε, στὸ μέτρο ποὺ πρέπει καὶ μᾶς διδάσκει ἡ Ἐκκλησία μας, διότι ἀποτελεῖ μέρος τῆς θείας ἀποκαλύψεως.
Ἀπολυτίκιον
Χαῖρε
Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς
δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ
σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν
ἠμῶν, χαριζόμενον ἠμὶν καὶ τὴν Ἀνάστασιν.
Μεγαλυνάριον
Σήμερον
ἡ Πάναγνος Μαριάμ, τῷ Ναῷ προσάγει, ὥσπερ βρέφος τὸν Ποιητήν, ὃν ἐν
ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος, Θεὸν αὐτὸν κηρύττει, κἂν σάρκα
εἴληφε.