Δευτέρα 28 Δεκεμβρίου 2020

ΟΙ ΑΓΙΟΙ ΕΙΚΟΣΙ ΧΙΛΙΑΔΕΣ ΜΑΡΤΥΡΕΣ ΟΙ ΕΝ ΝΙΚΟΜΗΔΕΙΑ ΚΑΕΝΤΕΣ

28 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. η΄ 7-13

     7 Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. 8 μεμφόμενος γὰρ αὐτοῖς λέγει· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, 9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· 10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 11 καὶ οὐ μὴ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν· 12 ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. 13 ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ι΄46-52

     46 Ἒρχονται εἰς Ἱεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτίμαιος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυΐδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με. 49 καὶ στὰς ὁ Ἰησοῦς εἶπε· φωνήσατε αὐτόν· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε· φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ῥαββουνί, ἵνα ἀναβλέψω. 52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΕΙΚΟΣΙ ΧΙΛΙΑΔΕΣ ΜΑΡΤΥΡΕΣ ΟΙ ΕΝ ΝΙΚΟΜΗΔΕΙΑ ΚΑΕΝΤΕΣ

     Στίς 28 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τῶν ἁγίων εἴκοσι χιλιάδων μαρτύρων τῶν ἐν Νικομηδείᾳ καέντων, οἱ ὁποῖοι ἔζησαν ἐπὶ βασιλείας Μαξιμιανοῦ. Ὅταν ὁ Μαξιμιανὸς ἐπέστρεψε νικητὴς ἀπὸ τὸν πόλεμο κατὰ τῶν Αἰθιόπων διέταξε νὰ σταλοῦν γράμματα παρακινητικὰ σέ ὅλη τὴν ἐπικράτεια πρὸς τὸν λαό, διὰ νὰ ἔλθουν στὴν Νικομήδεια νὰ θυσιάσουν καὶ νὰ προσκυνήσουν τοὺς ψεύτικους θεοὺς καὶ νὰ τοὺς εὐχαριστήσουν γιὰ αὐτὴν του τὴν νίκη. Τὴν περίοδο αὐτὴ ἐπίσκοπος τῆς Νικομήδειας ἦταν ὁ ἅγιος Ἄνθιμος, ὁ ὁποῖος εἶχε συναθροίσει ὅλους τοὺς χριστιανοὺς στὴν Ἐκκλησία, γιὰ νὰ ἑορτάσουν τὴν ἑορτὴ τῆς Χριστοῦ Γεννήσεως, ἡ ὁποία ἔτυχε νὰ ἑορτάζεται ἐκείνη τὴν περίοδο. Ὅταν τὸ ἔμαθε αὐτὸ ὁ Μαξιμιανὸς διέταξε νὰ συσσωρεύσουν οἱ στρατιῶτες γύρω ἀπὸ τὴν ἐκκλησία ξύλα καὶ νὰ τὰ ἀνάψουν, γιὰ νὰ καοῦν οἱ χριστιανοὶ, ποὺ εὑρίσκονταν μέσα στὸν Ἱερό Ναό. Ὅταν τὸ ἀντιλήφθηκε αὐτὸ ὁ ἅγιος Ἄνθιμος, ἀφοῦ πρῶτα τέλεσε τὸ μυστήριο τοῦ βαπτίσματος γιὰ ὅσους ἦσαν ἀκόμη κατηχούμενοι, κατόπιν ἐπιτέλεσε τὴν Θεία Λειτουργία, ὅπου κοινώνησαν ὅλοι οἱ χριστιανοὶ τῶν Ἀχράντων Μυστηρίων. Ἔτσι παρέδωσαν τὴν ψυχὴ τους οἱ εἴκοσι χιλιάδες χριστιανοὶ καιόμενοι, ἑνωμένοι ὅμως μὲ τὸν Κύριο διὰ τῶν Ἀχράντων Μυστηρίων. Ὁ ἅγιος Ἄνθιμος κατά φερε νὰ διασωθῆ, ὅμως μαρτύρησε ἀργότερα καὶ ἡ Ἐκκλησία μας τὸν τιμᾶ στὶς 3 Σεπτεμβρίου. Κατόπιν ὁ Μαξιμιανὸς πρόσταξε νὰ θανατωθοῦν καὶ ὅσοι χριστιανοὶ ἦσαν ἐκτὸς τῆς φωτιᾶς. Ἔτσι ὁ μὲν ἅγιος Ἴνδης, Γοργόνιος καὶ Πέτρος ἀφοῦ δέθηκαν μὲ πέτρες ρίχτηκαν στὴν θάλασσα, ὁ δὲ ἅγιος Ζήνων ἀφοῦ τοῦ συνέτριψαν τὸ πρόσωπο μὲ πέτρες μαζὶ μὲ τὸν ἅγιο Δωρόθεο τοὺς ἀποκεφάλισαν, ὁ ἅγιος Μαρδόνιος τελειώθηκε στὴν πυρά, ὁ δὲ ἅγιος Μυγδόνιος, ἀφοῦ τὸν ἔβαλαν σὲ ἕνα λάκκο, τελειώθηκε ἐκεῖ. Ἀλλὰ καὶ πολλοὶ ἄλλοι κατὰ τὴν ἡμέρα ἐκείνη ἔλαβαν τὸν στέφανο τοῦ μαρτυρίου.