ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. α΄ 28 – β΄ 9
28 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, 29 πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξία, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου κακοηθείας, 30 ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, 31 ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας· 32 οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι.
β΄ 1 Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. 2 οἴδαμεν δὲ ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. 3 λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; 4 ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; 5 κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, 6 ὃς ἀποδώσει ἑκάστῳ κατὰ ἔργα αὐτοῦ, 7 τοῖς μὲν καθ᾿ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον, 8 τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή· 9 θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος.
![]()
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ε΄ 27-32
27 Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις. 28 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸν ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμα σου βληθῇ εἰς γέενναν. 30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. 31 Ἐῤῥέθη δέ· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον. 32 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσει, μοιχᾶται.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΤΥΧΩΝ ΕΠΙΣΚΟΠΟΣ ΑΜΑΘΟΥΝΤΟΣ ΚΥΠΡΟΥ
Στίς 16 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου, τοῦ θαυματουργοῦ. Ὁ ἅγιος Τύχων ἔζησε στούς χρόνους τῶν βασιλέων Ἀρκαδίου καί Ὀνωρίου, καταγόταν ἀπό γονεῖς εὐσεβεῖς καί φιλόχριστους, οἱ ὁποῖοι τόν εἶχαν ἀφιερώσει στόν Θεό. Ἔτσι ὁ ἅγιος ἀφοῦ ἔμαθε τά ἱερά γράμματα καί τήν Ἁγία Γραφή χειροτονήθηκε ἀναγνώστης καί λόγω τῆς καθαρότητας τοῦ βίου του καί τό ἀκατηγόρητο τῆς ζωῆς του προχειρίσθηκε διάκονος ἀπό τόν τότε ἅγιο Ἐπίσκοπο Ἀμαθοῦντος, Μνημόνιο. Ὅταν ὁ Μνημόνιος κοιμήθηκε ὁ ἅγιος Ἐπιφάνιος τῆς Κύπρου ἀνεβίβασε στήν ἐπισκοπή τῆς Ἀμαθοῦντος τόν ἅγιο Τύχωνα, ὁ ὁποῖος ποίμανε τήν ἐπισκοπή του θεάρεστα, κηρύττοντας τόν λόγο τοῦ Θεοῦ, κάνοντας θαύματα, γιά νά ἐνδυναμώση τήν πίστη τῶν χριστιανῶν, ὁδηγώντας πολλούς εἰδωλολάτρες στόν Χριστό, καταστρέφοντας πολλούς εἰδωλολατρικούς ναούς καί συντρίβοντας τά εἴδωλα πού βρίσκονταν σέ αὐτούς. Ἔτσι ὁ ἀοίδιμος Τύχων ζώντας κατά τό θέλημα τοῦ Θεοῦ καί ἀφοῦ τόν εὐαρέστησε ἀπῆλθε πρός τά οὐράνια σκηνώματα.
Ἀπολυτίκιον
(Ἦχος α΄. Τοῦ λίθου σφαγισθέντος)
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Τύχων Πατὴρ ἡμῶν· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Μεγαλυνάριον
Χαίροις τῶν ὁσίων ὁ κοινωνός· χαίροις τό δοχεῖον, τῶν τοῦ Πνεύματος ἀγαθῶν· Χαίροις ὁ τῆς Κύπρου, ἀνέσπερος δαδοῦχος, ὦ Τύχων Ἀμαθοῦντος Ποιμήν μακάριε.
