ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. α΄ 26 – β΄ 5
26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς, 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφοὺς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά, 28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, 29 ὅπως μὴ καυχήσηται πᾶσα σάρξ ἐνώπιον τοῦ Θεοῦ. 30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, 31 ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.
β΄ 1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς ἀδελφοί, ἦλθον οὐ καθ᾿ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. 2 οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. 3 καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, 4 καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, 5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾿ ἐν δυνάμει Θεοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. κ΄ 29-34
29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ. 31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραζον λέγοντες· ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ. 32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπε· τί θέλετε ποιήσω ὑμῖν; 33 λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. 34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΟΛΥΔΩΡΟΣ
Στις 3 Σεπτεμβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Πολυδώρου τοῦ ἐν τῇ Νέᾳ Ἐφέσῳ ἀσκήσαντος. Ὁ ἅγιος Πολύδωρας καταγόταν ἀπό τήν Λευκωσία τῆς Κύπρου, ἀπό πτωχή ἀλλά εὐσεβῆ οἰκογένεια καί σέ μικρή ἡλικία ἔμαθε τά ἱερά γράμματα. Ὅταν μεγάλωσε ἔγινε ἔμπορος καί ταξίδευε στήν Αἴγυπτο. Κάποια στιγμή συνάντησε ἕνα ἀρνητή τοῦ Χριστοῦ, Ζακυνθινό καί ἔγινε γραμματικός του. Βρισκόμενος σέ ἕνα ξεφάντωμα, μέθυσε, πρόδωσε τήν πίστη του, ἔγινε μωαμεθανός καί περιτμήθηκε. Ὅταν συνῆλθε ἀπό τήν μέθη, ἦλθε σέ συναίσθηση τῆς πράξης του, μετανόησε, ἔφυγε ἀπό τήν Αἴγυπτο καί πῆγε στόν Ἀρχιερέα τῆς Βηρυτοῦ, ὅπου ἐξομολογήθηκε καί μέ τήν συμβουλή του κατέφυγε σέ μοναστήρι, γιά νά ἡσυχάση. Ἀλλά, γιά νά μή ἐκθέση τόν ἡγούμενο, ἀναχώρησε ἀπό ἐκεῖ καί περιερχόταν σέ διάφορους τόπους, ὅπου κατέληξε στήν Χίο μέ τόν πόθο νά μαρτυρήση. Ἀφοῦ προετοιμάσθηκε κατάλληλα μέ νηστεῖες καί προσευχές πῆγε στήν Νέα Ἔφεσο, γιά νά ἐκπληρώση τόν πόθο του. Ἐκεῖ παρουσιάσθηκε στόν Μουφτῆ καί μέ θάρρος ὁμολόγησε ὅτι εἶναι Χριστιανός καί ὅτι ἡ θρησκεία τους εἶναι σκοτάδι. Οἱ Ἀγαρηνοί τότε προσπάθησαν νά τόν μεταπείσουν μέ κολακεῖες, ὅμως ὁ μάρτυς τοῦ Χριστοῦ ἔμεινε ἑδραῖος στήν πίστη του καί ἔτσι ὁ δικαστής διέταξε νά τόν φυλακίσουν, νά τόν βασανίσουν σκληρά καί τήν ἑπόμενη ἡμέρα νά τόν θανατώσουν· ὅμως ὁ στρατιώτης τοῦ Χριστοῦ τά ὑπέμεινε ὅλα μέ ἀνδρεία. Ὅταν ξημέρωσε οἱ Τοῦρκοι τὸν ὁδήγησαν στὸν κριτή, ὅπου ὁ μάρτυρας καί πάλι μέ παρρησία ὁμολόγησε ὅτι “Τόν Ἰησοῦ μου θέλω, Χριστιανός εἶμαι, Χριστιανός θέλω νά ἀποθάνω”. Ὁ κριτής τότε διέταξε νά τόν κρεμάσουν. Ἔτσι, στίς 3 Σεπτεμβρίου 1794 ὁ μάρτυς τοῦ Χριστοῦ Πολύδωρας παρέδωσε τό πνεῦμα στόν Κύριο καί ἀξιώθηκε τῆς οὐρανίου μακαριότητος.