ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Ἰωάν. α΄ 8 – β΄ 6
8 Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. 9 ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. 10 ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
β΄ 1 Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε· καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον· 2 καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. 3 Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 4 ὁ λέγων, ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· 5 ὃς δ᾿ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν. 6 ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε, καὶ αὐτὸς οὕτω περιπατεῖν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μάρκ. ιγ΄ 31 – ιδ΄ 2
31 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται. 32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 33 Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. 34 ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ· 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 37 ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω· γρηγορεῖτε.
ιδ΄1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. 2 ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΙΕΡΟΜΑΡΤΥΣ ΡΗΓΙΝΟΣ ΕΠΙΣΚΟΠΟΣ ΣΚΟΠΕΛΟΥ
Στίς 26 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ ἱερομάρτυρος Ρηγίνου ἐπισκόπου Σκοπέλου, ὁ ὁποῖος καταγόταν ἀπό τήν Λειβαδιά καί ἔζησε τόν 4ο αἰώνα. Ὅπως εἶναι γνωστό, καί μετά τήν Α´ ἐν Νικαίᾳ Οἰκουμενική Σύνοδο, ἡ ὁποία κατεδίκασε τόν Ἄρειο, ἐξακολουθοῦσαν νά ὑπάρχουν ὑπέρμαχοι τῆς αἵρεσης. Ὁ Ρηγίνος πολέμησε τούς αἱρετικούς καί ὑπέφερε, ὅταν ὁ Ἰουλιανός ὁ Παραβάτης θέλησε νά καταλύσει τήν Ἐκκλησία καί νά ἐπιβάλει τήν εἰδωλολατρία. Ὁ Ἅγιος Ρηγίνος ὑπέστη μαρτυρικό θάνατο. «Τό ἅγιον λείψανον τοῦ ἱερομάρτυρος Ρηγίνου μετεκομίσθη εἰς τήν νῆσον Κύπρον· ἀπ᾽ ἐκεῖ δέ μέρος τι αὐτοῦ μετέφεραν εἰς τήν νῆσον Σκόπελον, ὅπου τό ἐναπέθηκαν εἰς τό μοναστήριον τοῦ Ἁγίου Ἰωάννου τοῦ Προδρόμου» μᾶς πληροφορεῖ ὁ Συναξαριστής.
Τὸ ἀπολυτίκιο τοῦ ἁγίου Ρηγίνου ἀναφέρει:
«Τῆς
Σκοπέλου προστάτης καί ποιμήν ἐνθεώτατος, ὤφθης Ἱεράρχα Ρηγῖνε ὡς τοῦ
Πνεύματος σκήνωμα, καί αἵματι σοφέ μαρτυρικῷ, φοινίξας τήν ἁγίαν σου
στολήν, διασώζεις ἐκ κινδύνων καί πειρασμῶν, τούς πίστει ἐκβοῶντάς σοι·
δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι
διά σοῦ, πᾶσιν ἰάματα».
Πρωτ. Δ.Δ.Τ.