Δευτέρα 4 Οκτωβρίου 2021

ΑΓΙΟΣ ΙΕΡΟΘΕΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΘΗΝΩΝ

 4 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. δ’ 28 – ε’ 10

    28 Ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. 29 ἀλλ᾿ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν. 30 ἀλλὰ τί λέγει ἡ γραφή; ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ μὴ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 31 Ἄρα, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.

    ε΄ 1 Τῇ ἐλευθερίᾳ οὖν, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. 2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4 κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε· 5 ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾿ ἀγάπης ἐνεργουμένη. 7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; 8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ς’ 24-30

   24 Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. 25 οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. 26 οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν. 27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΙΕΡΟΘΕΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΘΗΝΩΝ

     Στίς 4 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ Ἁγίου Ἱεροθέου ἐπισκόπου Ἀθηνῶν. Ὁ ἅγιος Ἱερὀθεος ἦταν ἕνας ἀπό τούς ἐννέα βουλευτές τοῦ Ἀρείου Πάγου, ὅπως καί ὁ ἅγιος Διονύσιος ὁ Ἀρεοπαγίτης. Κατηχήθηκε στήν χριστιανική πίστη ἀπό τόν Ἀπόστολο Παῦλο, βαπτίσθηκε καί χειροτονήθηκε Ἐπίσκοπος Ἀθηνῶν. Μύησε ἀκόμη περισσότερο τόν μαθητή του, ἅγιο Διονύσιο, στά χριστιανικά δόγματα. Παρευρέθη μέ θαυματουργικό τρόπο στήν Κοίμηση τῆς Ὑπεραγίας Θεοτόκου· ὅπως καί ἄλλοι ἅγιοι, μετεφέρθη μέ νεφέλη στήν Ἱερουσαλήμ. Συμμετεῖχε στίς θεῖες ὑμνωδίες μέ τούς ἁγίους Ἀποστόλους καί ἔπασχε πραγματικά τά ὑμνούμενα. Ὅσοι τόν ἔβλεπαν, ἀκόμα καί ἐάν δέν τόν γνώριζαν πρωτύτερα, ἀντιλαμβανόντουσαν ὅτι ἦταν πράγματι θεόληπτος καί θεῖος ὑμνολόγος. Μέ ὅλη του τήν πολιτεία, εὔφρανε τόν Θεό καί τέλος ἐξεδήμησε πρός αὐτόν.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)

Τοῦ Παύλου ἠλίευσαι, ταὶς θεηγόροις πλοκαίς, καὶ ὅλος γεγένησαι, ἱερωμένος Θεῶ, σοφὲ Ἰερόθεε, σὺ γὰρ φιλοσοφίας, ταὶς ἀκτίσιν ἐκλάμπων, ὤφθης θεολογίας, ἀκριβοὺς ὑποφήτης, δι” ἧς μυσταγωγούμεθα, Πάτερ τὰ κρείττονα.

Μεγαλυνάριον

Ἱερογνωσίᾳ καταλαμφθείς, ἱερολογίας, μυστοδότης θεαρχικῆς, ὤφθης τοῖς ἐν κόσμῳ, ὡς Ἀποστόλων σύμπνους· διό σε Ἱερόθεε μεγαλύνομεν.