ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τετάρτη 28 Αυγούστου 2024

Η ΑΠΟΤΟΜΗ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ

 29 Αὐγούστου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιγ΄ 25-32

    25 Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. 26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. 27 οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν. 28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. 29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. 30 ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας Ἰησοῦν.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   25 Κατὰ τὸν καιρὸν δέ, ποὺ ὁ Ἰωάννης ἐξηκολούθει νὰ κηρύττῃ διὰ νὰ φέρῃ εἰς πέρας τὴν ἀποστολήν του, ἔλεγε· Ποῖον μὲ νομίζετε ὅτι εἶμαι; Δὲν εἶμαι ἐγὼ αὐτός, ποὺ περιμένομεν ὡς Μεσσίαν, ἀλλ’ ἰδοὺ ὕστερον ἀπὸ ἐμὲ ἔρχεται κάποιος ἄλλος, τοῦ ὁποίου δὲν εἶμαι ἄξιος νὰ λύσω ὡς ταπεινός του ὑπηρέτης τὸ ὑπόδημα τῶν ποδῶν. 26 Ἄνδρες ἀδελφοί, τέκνα τοῦ γένους Ἀβραὰμ καὶ ὅσοι μεταξύ σας εἶναι προσήλυτοι ἐκ τῶν ἐθνικῶν καὶ φοβοῦνται τὸν ἀληθινὸν Θεόν· εἰς σᾶς ἀπεστάλη τὸ κήρυγμα τῆς σωτηρίας ταύτης, ἥτις ἐπιτυγχάνεται διὰ τοῦ Ἰησοῦ. 27 Εἰς σᾶς, ποὺ κατοικεῖτε μακρὰν ἀπὸ τὴν Παλαιστίνην, ἀπεστάλη τὸ κήρυγμα τοῦτο, διότι αὐτοί, ποὺ κατοικοῦν εἰς Ἱερουσαλὴμ καὶ οἰ ἄρχοντές των παρεγνώρισαν τοῦτον τὸν Ἰησοῦν, καθὼς καὶ τὰς διακηρύξεις τῶν προφητῶν, ποὺ κάθε Σάββατον ἀναγινώσκονται καὶ ἀκούονται εἰς τὰς συναγωγάς. Καὶ ἀντὶ νὰ τὸν ἀναγνωρίσουν ὡς Μεσσίαν, τὸν κατεδίκασαν, ἀσυναισθήτως δὲ καὶ χωρὶς νὰ τὸ καταλαβαίνουν ἐπλήρωσαν καὶ ἐπραγματοποίησαν τὰς προφητείας αὐτάς. 28 Καίτοι δὲ δεν εὗρον εἰς αὐτὸν κανὲν ἔγκλημα ἢ ἐνοχήν, ὥστε νὰ δικαιολογῆται ἡ εἰς θάνατον καταδίκη του, ἐζήτησαν ἀπὸ τὸν Πιλᾶτον νὰ θανατωθῇ οὗτος. 29 Ἀφοῦ δὲ ἐξετέλεσαν ὅλα ὅσα ἔχουν γραφῆ καὶ προφητευθῆ περὶ αὐτοῦ ὑπὸ τῶν προφητῶν, κατέβασαν ἀπὸ τὸ ξύλον τοῦ σταυροῦ τὸ σῶμα του καὶ τὸ ἔβαλαν εἰς μνημεῖον. 30 Ὁ Θεὸς ὅμως ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν. 31 Καὶ αὐτὸς μετὰ τὴν Ἀνάστασίν του ἐνεφανίσθη ἐπὶ πολλὰς ἡμέρας εἰς ἐκείνους, ποὺ ἀνέβησαν μαζί του ἀπὸ τὴν Γαλιλαίαν εἰς τὴν Ἱερουσαλήμ, οἱ ὁποῖοι τὸν εἶδαν μὲ τὰ μάτια τους καὶ μαρτυροῦν τὴν Ἀνάστασίν του εἰς τὸν λαόν. 32 Καὶ ὅπως ἐκεῖνοι μαρτυροῦν εἰς τοὺς ἐν Ἰουδαίᾳ, οὕτω καὶ ἡμεῖς ἀναγγέλλομεν εἰς σᾶς τὸ χαρμόσυνον μήνυμα, ὅτι τὴν ἐπαγγελίαν καὶ ὑπόσχεσιν, ποὺ ἔδωκεν εἰς τοὺς προγόνους μας, ταύτην ὁ Θεὸς ἔχει τελείως πραγματοποιήσει δι’ ἡμᾶς τοὺς ἀπογόνους ἐκείνων. Καὶ τὴν ἐπραγματοποίησεν ἀναστήσας ἐκ νεκρῶν καὶ ἀνυψώσας τὸν Ἰησοῦν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ς΄ 14-30

    14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. 15 ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. 17 αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. 18 ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε. 21 καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρώδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρῴδη καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι. 23 καὶ ὤμοσεν αὐτῇ ὅτι ὅ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. 24 ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσομαι; ἡ δὲ εἶπε· τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 25 καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. 27 καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. 28 ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. 30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης περὶ τοῦ Ἰησοῦ καὶ περὶ τῶν ἔργων αὐτοῦ καὶ τῶν μαθητῶν του. Διότι ἔγινε φανερὸν καὶ γνωστὸν τὸ ὄνομα τοῦ Ἰησοῦ. Καὶ ἔλεγεν ὁ Ἡρῴδης ὅτι ὁ Ἰωάννης ὁ βαπτιστὴς ἀνεστήθη ἐκ νεκρῶν μὲ νέα ἀποστολὴν καὶ μὲ νέα χαρίσματα ἀπὸ τὸν Θεὸν καὶ δι΄ αὐτὸ αἱ ὑπερφυσικαὶ δυνάμεις ἐνεργοῦν δι’ αὐτοῦ. 15 Ἄλλοι δέ, ποὺ ἐσύγχυζαν τὸν Ἰησοῦν μὲ τοὺς παλαιοὺς προφήτας, ἔλεγον ὅτι αὐτὸς εἶναι ὁ Ἠλίας· ἄλλοι δὲ ἔλεγον, ὅτι εἶναι προφήτης σὰν ἕνας ἀπὸ τοὺς προφήτας. 16 Ὅταν δὲ ἤκουσεν ὁ Ἡρῴδης αὐτά, ποὺ ἔλεγαν οἱ διάφοροι διὰ τὸν Ἰησοῦν, εἶπεν, ὅτι αὐτὸς εἶναι ὁ Ἰωάννης, τὸν ὁποῖον ἐγὼ ἀπεκεφάλισα. Αὐτὸς ἀνέστη ἐκ νεκρῶν. 17 Καὶ εἶπεν αὐτὰ ὁ Ἡρῴδης, διότι αὐτὸς ὁ ἴδιος ἔστειλε καὶ συνέλαβε τὸν Ἰωάννην καὶ τὸν ἔρριψε δεμένον εἰς τὴν φυλακὴν ἐξ αἰτίας τῆς Ἡρῳδιάδος, ποὺ ἦτο σύζυγος τοῦ ἀδελφοῦ του Φιλίππου καὶ ὁ Ἡρῴδης τὴν ἐπῆρε σύζυγον. 18 Ἔγινε δὲ τοῦτο αἰτία τῆς φυλακίσεως τοῦ Ἰωάννου, διότι ἔλεγεν ὁ Ἰωάννης εἰς τὸν Ἡρῴδην, ὅτι δὲν σοῦ ἐπιτρέπεται ἀπὸ τὸν νόμον τοῦ Θεοῦ νὰ ἔχῃς σύζυγον τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου, ὁ ὁποῖος ζῇ ἀκόμη. 19 Ἡ δὲ Ἡρῳδιὰς ἐκράτει μέσα της μῖσος κατ’ αὐτοῦ καὶ ἤθελε νὰ τὸν φονεύσῃ καὶ δὲν ἠδύνατο. 20 Δὲν ἠδύνατο δὲ ἡ Ἡρῳδιὰς νὰ φονεύσῃ τὸν Ἰωάννην, διότι ὁ Ἡρῴδης ἐφοβεῖτο αὐτὸν καὶ διὰ τὸν σεβασμόν, ποὺ τοῦ εἶχεν ὁ λαός, ἀλλὰ καὶ διότι τὸν ἐγνώριζεν ὡς ἄνθρωπον δίκαιον καὶ ἅγιον. Καὶ δι’ αὐτὸ τὸν διετήρει εἰς τὴν ζωήν· καὶ ὅταν τὸν ἤκουσε κάποτε εἰς τὴν φυλακήν, πολλὰ ἀπ’ ἐκεῖνα, ποὺ τὸν συνεβούλευσεν ὁ Ἰωάννης, τὰ ἔκαμε, καὶ ὁσάκις συνήντα τὸν Ἰωάννην, τὸν ἤκουε μὲ εὐχαρίστησιν. 21 Καὶ ὅταν ἦλθεν ἡμέρα, ποὺ ἔδιδεν εὐκαιρίαν εἰς τὴν Ἡρῳδιάδα νὰ ἐκτελέσῃ τὸ σχέδιόν της, ὅταν δηλαδὴ ὁ Ἡρῴδης διὰ τὰ γενέθλιά του ἔκανε δεῖπνον εἰς τοὺς μεγάλους ἄρχοντας καὶ εἰς τοὺς ἀνωτέρους ἀξιωματικοὺς τοῦ στρατοῦ καὶ εἰς τοὺς προύχοντας τῆς Γαλιλαίας, 22 καὶ ἐμβῆκεν αὐτὴ ἡ ἰδία ἡ θυγατέρα τῆς Ἡρῳδιάδος, καὶ ἐχόρευσε χορὸν ἄσεμνον καὶ πολὺ ἐξευτελισμένον, καὶ ἤρεσεν εἰς τὸν Ἡρῴδην καὶ εἰς τοὺς καθισμένους μαζί του εἰς τὸ τραπέζι, εἶπεν ὁ βασιλεὺς εἰς τὸ κοράσιον· Ζήτησέ μου ὀ,τιδήποτε θέλεις, καὶ θὰ σοῦ τὸ δώσω. 23 Καὶ τῆς ὡρκίσθη, ὅτι θὰ σοῦ δώσω ὅ,τι καὶ ἄν μοῦ ζητήσῃς ἕως τὸ μισὸ βασίλειόν μου. 24 Ἐκείνη δὲ ἐβγῆκε καὶ εἶπε εἰς τὴν μητέρα της· Τί νὰ ζητήσω; Αὐτὴ δὲ εἶπε: Ζήτησε τὴν κεφαλὴν τοῦ Ἰωάννου τοῦ βαπτιστοῦ. 25 Καὶ ἐμβῆκεν ἐκείνη ἀμέσως βιαστικὰ εἰς τὸν βασιλέα καὶ ἐζήτησε λέγουσα· θέλω νά μου δώσῃς αὐτὴν τὴν ὥραν καὶ χωρὶς χρονοτριβὴν μέσα εἰς πιάτο τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. 26 Καὶ ὁ βασιλεὺς κατελυπήθη διότι εἶχε βάλει ὅρκους, ἦσαν δὲ παρόντες καὶ αὐτοί, ποὺ ἐκάθηντο μαζί του εἰς τὸ τραπέζι, εἰς τοὺς ὁποίους δὲν ἤθελε νὰ παρουσιασθῇ ψεύτης καὶ ἐπίορκος. Καὶ μολονότι ἐλυπεῖτο πολὺ νὰ θανατώσῃ τὸν Ἰωάννη, δὲν ἠθέλησε νὰ τῆς ἀρνηθῇ καὶ νὰ ἀθετήσῃ τὴν ὑπόσχεσίν του. 27 Καὶ ἀμέσως ὁ βασιλεὺς ἔστειλεν ἕνα στρατιώτην ἀπὸ τοὺς σωματοφύλακάς του μὲ τὴν διαταγὴν νὰ φέρῃ τὴν κεφαλὴ τοῦ Ἰωάννου. 28 Αὐτὸς δὲ ἐπῆγε καὶ τὸν ἀπεκεφάλισε εἰς τὴν φυλακὴν καὶ ἔφερε μέσα εἰς πιάτο τὴν κεφαλὴν τοῦ Ἰωάννου καὶ τὴν ἔδωκε εἰς τὸ κοράσιον καὶ τὸ κοράσιον τὴν ἔδωκεν εἰς τὴν μητέρα της. 29 Καὶ ὅταν ἤκουσαν τοῦτο οἱ μαθηταὶ τοῦ Ἰωάννου, ἦλθον καὶ ἐσήκωσαν τὸ λείψανόν του καὶ τὸ ἔβαλαν μέσα εἰς μνημεῖον. 30 Καὶ συναθροίζονται ἀπὸ τὴν περιοδείαν οἱ Ἀπόστολοι πλησίον τοῦ Ἰησοῦ καὶ ἀνέφεραν εἰς αὐτὸν ὅλα, δηλαδὴ καὶ ὅσα ἔργα καὶ θαύματα ἔκαμαν καὶ ὅσα ἐδίδαξαν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΠΟΤΟΜΗ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ

   Στίς 29 Αὐγούστου μνημονεύουμε τήν ἀποτομή τῆς τιμίας κεφαλῆς τοῦ “μείζονος ἐν γεννητοῖς γυναικῶν” ἁγίου Ἰωάννου Προφήτου Προδρόμου. Ὁ τετράρχης τῆς Ἰουδαίας ἦταν πολύ ἀσελγής καί ἀκόλαστος καί πῆρε γιά γυναίκα του τήν σύζυγο τοῦ ἀδελφοῦ του, Ἡρωδιάδα, ἐνῶ αὐτός ζοῦσε ἀκόμα καί μάλιστα εἶχε μαζί της παιδί. Ὁ μέγας Πρόδρομος τόν ἔλεγξε λέγοντάς του, ὅτι δέν ἐπιτρέπεται νά ἔχει τήν γυναίκα τοῦ ἀδελφοῦ του. Μή ἀντέχοντας ὁ Ἡρώδης τόν ἔλεγχο, φυλάκισε τόν ἅγιο Ἰωάννη, παρακινούμενος ἀπό τήν Ἡρωδιάδα. Κάποια ἡμέρα γιόρταζε ὁ τετράρχης τά γενέθλιά του στό παλάτι του στήν Σεβαστούπολη, μέ πλούσιο καί φιλήδονο συμπόσιο. Ἀπό τήν μέθη καί τήν ἀφροσύνη του ὑποσχέθηκε στήν κόρη τῆς Ἡρωδιάδας νά ἐκπληρώσει τήν ἐπιθυμία της, νά ἀποκεφαλισθεῖ ὁ Τίμιος Πρόδρομος. Οἱ μαθητές τοῦ Προφήτου τόν ἐνταφίασαν μέ μεγάλη εὐλάβεια.

Ἀπολυτίκιον

(Ἦχος β΄.)

Μνήμη δικαίου μετ᾽ ἐγκωμίων· σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον· ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

Κἄν ἐτμήθης Κάραν ὦ Βαπτιστά, φθέγγεται ἡ γλῶσσα, τόν Ἡρώδην ἐλέγχουσα· Λόγον τήν φωνήν σε, σιγῆσαι γάρ οὐκ ἔδεις, ἀλλά καί τοῖς ἐν Ἅδου Χριστόν κηρύξασθαι.

https://orthodoxostypos.gr