Άγιος Εφραίμ ο Σύρος, 14ος αι., Καθεδρικός Ναός «Κοίμηση της Θεοτόκου», Κρεμλίνο
Ἑσπερινὴ Εὐχὴ Κυριακῆς
Ὡς ἐνώπιον, Κύριε,
τοῦ φοβεροῦ Σου βήματος
ἑστὼς ὁ κατάκριτος,
καὶ τὸν ἔλεγχον βλέπων τῶν ἔργων μου
καὶ τὴν δοθεῖσάν μοι ψῆφον δικαίαν Σου
ἀπορρίπτουσάν με τοῦ ἁγίου προσώπου Σου
εἰς κολάσεις ἀφορήτους τὸν ἄθλιον·
καὶ ὡς τότε Σοι μέλλων προσφθέγγεσθαι,
νῦν κραυγάζω σὺν τρόμῳ καὶ δάκρυσι·
δίκαιος εἶ, Κριτὰ δικαιότατε,
καὶ δικαία ὑπάρχει ἡ κρίσις Σου·
ἐξ αὐτῆς γὰρ ἐγὼ οὐκ ἠδίκημαι.
Ἀγαθοὶ ἁγιώτατοι Ἄγγελοι,
ἐπ’ ἐμοὶ νῦν σταλάξατε δάκρυα,
ἐγὼ γὰρ ἐμαυτὸν οὐκ ἠλέησα,
τοῦ Θεοῦ παραβλέψας τὸν ἔλεον.
Λοιπὸν ὄντως δικαίως εὐθύνομαι.
Ὅτε παρετίθει μοι τὸ ἔλεος ὁ Κύριος,
μὴ φρονῶν, οὐδαμῶς τούτου ἤκουον,
καὶ εὐλόγως με νῦν ἀποστρέφεται.
Τότε δὴ ἀποκρίνονται οἱ Ἄγγελοι·
οὐ καιρὸς μετανοίας νῦν πάρεστιν,
ἀλλ’ ἀνταποδόσεως πέφυκεν.
Ἡ παράκλησις ἄρτι ἠσθένησε,
μετανοίας ἀργοῦσι τὰ δάκρυα,
τῶν κολάσεων δὲ περισσεύουσι.
Στεναγμοὶ ἐπιστροφῆς οὐκ ἀκούονται,
ἀλλὰ νῦν ὀδυρμὸς ἀτελεύτητος.
∆ιὸ ἄπελθε, λάβε τῶν ἔργων σου
τὴν πικρὰν καὶ δεινὴν ἀνταπόδοσιν.
Καταφλέγου ὡς ὕλη ἀκάθαρτος,
ἀναφλέγων τὴν ἄσβεστον γέενναν.
Ἀκοιμήτου θηρός, πικροῦ σκώληκος,
ὡς τοῦ σκότους υἱὸς κατατρύφησον.
Ὡς ἠγάπησας ζόφον αἰώνιον,
ἐπαπόλαυσον μέλανα πρόσωπα,
ἀνθ’ ὧν ἐβδελύξω φῶς τὸ ἀΐδιον.
Ἐκεῖ ἔσται κλαυθμὸς ἀκατάπαυστος,
καὶ βρυγμὸς τῶν ὀδόντων κατώδυνος.
Οἴμοι, οἴμοι, ψυχή μου ταλαίπωρε,
γυμνὴ οὖσα χρηστῶν ὅλως πράξεων!
Πῶς θεάσῃ Κριτὴν τὸν ἀδέκαστον,
Ἀρχαγγέλων ἑστώτων λειτουργικῶς,
γηγενῶν παρεστώτων πάντων γυμνῶν,
τετραχηλισμένων πρὸ τοῦ φρικτοῦ βήματος
τοῦ πάντων ∆ημιουργοῦ·
ἡ γὰρ κρίσις ἀνίλεως ἔσται ἐκεῖ
τοῖς μὴ πράξασιν ὧδε τὸν ἔλεον.
Οἴμοι τότε, ψυχὴ ἡ κατώδυνος!
Ἀλλ’ οὐκ ἔστι φωνὴ καὶ ἀκρόασις.
Τὰ γὰρ πάντα εἰς ἄλλα ἀλλάξουσι,
καὶ τὸ εἶδος λοιπὸν καὶ ταῖς πράξεσι.
Τοῦ ὀγδόου αἰῶνος ἀπάρξομεν.
Αἰωνίως εὐφραίνονται δίκαιοι,
αἰωνίως κολάζονται ἕτεροι.
Τὸν Θεὸν τῶν ἁπάντων οὐκ εὔφρανον.
Ἀλλ’ οὐκ ἔστιν ἐκεῖνα ὡς ἔοικεν.
Καὶ λοιπὸν τῶν ἐνθάδε βοήσωμεν·
τῷ Θεῷ καὶ ἀνθρώποις ἐξάγγελλε·
ἐγγυηταί Σου ὑπάρχουσιν Ὅσιοι.
Ἐξαγγέλλω Σοι, Κύριε, ἅπαντα,
καὶ συγχώρησον δούλῳ ἀχρείῳ Σου.
Μὴ παρίδῃς οἰκτράν μου τὴν δέησιν·
μολυνθείσας ἐκτείνω τὰς χεῖράς μου.
Μὴ ἀπώσῃ με πάθεσι βρύοντα,
ἀλλὰ τῇ εὐμενεῖ εὐσπλαγχνίᾳ Σου
ἐπ’ ἐμὲ φιλανθρώπως ἐπίβλεψον.
Ἐμαυτὸν ἡδοναῖς κατερρύπωσα,
καὶ ψυχῆς τὸ ὡραῖον ἠτίμωσα.
Σαρκικοῖς ἐδουλώθην φρονήμασι,
καὶ τὴν πρὶν δεσποτείαν μου ὤλεσα.
Τοῦ ἐχθροῦ συμβουλεύοντος ἤκουσα,
καὶ παθῶν ἀνετύπωσα εἴδωλα.
Τῆς γαστρὸς τὰς ὀρέξεις ἐτέλεσα,
καὶ τοῦ νοῦ τὸ φαιδρὸν ἀπημαύρωσα.
Ἐν τιμῇ ὢν γνησίας υἱότητος,
ἀνοήτοις ὡμοίωμαι κτήνεσι,
καὶ φρικτὸς ἔχει φόβος καὶ τρόμος με,
τὴν τομὴν τοῦ θανάτου προβλέποντα
ἐρχομένην ἀδήλως εἰς ἅπαντας,
ἐμαυτὸν ἀδιόρθωτον ἔχοντα.
Ἐκ βαθέων κραυγάζω Σοι, Κύριε,
καὶ στενάζων προσπίπτω σὺν δάκρυσιν.
Ἵλεώς μοι γενοῦ καὶ φιλάνθρωπος,
τῷ ἐν Σοὶ τὰς ἐλπίδας μου ἔχοντι.
Τὴν ὀργὴν ἐκφυγεῖν με τὴν μέλλουσαν
τῆς ἐκεῖ κατακρίσεως ποίησον.
Τὴν λιθώδη ψυχήν μου εὐδόκησον
ἀρεταῖς ἐποφθῆναι πολύτεκνον.
Λογισμοὺς τοὺς ἀκάρπους μου ἔκτιλον
ἐν πυρὶ τοῦ Ἁγίου Σου Πνεύματος.
Μὴ ὡς δένδρον ἐκκόψῃς με ἄκαρπον,
καὶ εἰς πῦρ ἀποπέμψῃς τὸ ἄσβεστον.
Μὴ φλογὸς ὕλην δείξῃς με ἄχυρον,
ἀλλ’ ὡς σῖτον, Θεέ μου, εἰσάγαγε.
Γόνυ κλίνω καρδίας τάλας ἐγώ,
μὴ τολμῶν ἀτενῖσαι εἰς οὐρανούς.
∆έξαι δέησιν στόματος ῥυπαροῦ,
ἀναμάρτητε, μόνε ∆ημιουργέ.
Βασιλεὺς ὢν ἁπάντων καὶ παναλκής,
τὸν ἀντάρτην Βελίαρ καταβαλών,
ἐκ παντοίων με ῥῦσαι ἀνομιῶν.
Ἑορτάζουσιν Ἄγγελοι καὶ βροτοὶ
τὴν ἐμὴν καθορῶντες ἐπιστροφήν.
Ζωηφόρων παρεῖδόν Σου ἐντολῶν,
ἠπατήθην ἐν πράξεσι βδελυραῖς.
Μὴ βδελύξῃ με, ∆έσποτα ἀγαθέ,
τῆς δουλείας με ῥῦσαι τοῦ Πονηροῦ.
Μετὰ φόβου καρδίας Σὲ δυσωπῶ,
Τὸν βουλήσει με πλάσαντα θεουργῷ,
καὶ πολλαῖς με πλουτήσαντα δωρεαῖς·
ἀγαπήσαντα σφόδρα,
ὡς δι’ ἐμὲ σαρκωθῆναι καὶ μόρον ὑπενεγκεῖν.
Νῦν ἀμνήμων δὲ ὤφθην τάλας ἐγὼ
τῆς τοσαύτης ἀγάπης Σου, Λυτρωτά,
ὅλος δοῦλος γενόμενος ἡδοναῖς
καὶ μιάνας τὸ σῶμα καὶ τὴν ψυχήν.
Καθ’ ἑκάστην τὸ ἥμαρτον ἐκβοῶ,
καὶ τοῦ πράττειν οὐ παύομαι τὰ δεινά.
Νῦν κατάκριτος ἵσταμαι, Ἀγαθέ,
ἀλλὰ δός μοι τὴν ἄφεσιν τῶν κακῶν
ὡς Θεὸς ἐλεήμων καὶ συμπαθής.
Θεοτόκε Παρθένε, Μήτηρ Θεοῦ,
ἡ οὐράνιος πύλη καὶ κιβωτός,
σωτηρίαν Σε κέκτημαι ἀσφαλῆ.
Σῶσον, σῶσόν με, ∆έσποινα, δωρεάν.
Λεγεῶνες Ἀγγέλων ἐν οὐρανοῖς
πλεονάκις στενάζουσιν ἐπ’ ἐμέ·
μὴ ἁρπάσωσιν αἴφνης μου τὴν ψυχήν,
καὶ πορεύσωμαι ῥεύμασι τοῦ πυρός.
Νομοθέται Ἀπόστολοι, φοβεροί
καθεζόμενοι σύνθρονοι τῷ Κριτῇ.
Ξιφηρέστατοι Ἄγγελοι καὶ φρικτοί,
μεριοῦνται καρδίας ἁμαρτωλῶν.
Ὀλολύζεται τότε πᾶσα πνοή·
οὐ γὰρ ἔχουσι πέρας φεῦ τὰ δεινά.
Προκατάλαβε ταῦτα πάντα, ψυχή,
μιμουμένη τῆς πόρνης τὸν ὀδυρμόν.
Ῥῦσαι τότε με, Σῶτερ,
τῆς φοβερᾶς ἀπειλῆς
τῶν κολάσεων τῶν φρικτῶν.
Σὲ ὑμνοῦσιν ἀπαύστως τὰ Χερουβίμ,
τετραμόρφοις ὀχούμενα Σεραφίμ.
Ἐπουράνια στίφη λειτουργικῶς
ἐν Μονάδι Τριάδα Σε ἀνυμνεῖ.
Φῶς ὑπάρχεις ἀγέννητον ὁ Πατήρ,
καὶ συνάναρχον ἔχεις τὸν Σὸν Υἱόν·
συναΐδιον ἔχεις Πνεῦμα τὸ Σόν,
τὸ δωρούμενον πᾶσι πνοὴν ζωῆς·
ὡς οἰκτίρμων καὶ εὔσπλαγχνος καὶ χρηστός,
ταῖς λιταῖς τῶν Μαρτύρων καὶ Προφητῶν,
Ἀποστόλων, Ὁσίων, Ἱεραρχῶν,
καὶ ἡμῶν δεομένων δέξαι φωνάς.
Ὑπερουράνιε Πάτερ, Κύριε, δόξα Σοι·
ᾧ ἡ δόξα καὶ τὸ κράτος,
σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἑσπερινὴ Εὐχὴ Δευτέρας
∆έξαι δέησιν ῥυπαροῦ καὶ ἀκαθάρτου στόματος,
∆έσποτα τῶν ἁπάντων, φιλάνθρωπε Ἰησοῦ Χριστέ,
καὶ μὴ βδελύξῃ με, ὡς ἀνάξιον ὄντα καὶ ἀσύνετον,
μηδὲ τὴν ψυχήν μου τῷ ᾅδῃ προσεγγίζουσαν,
ἀναξίαν κρίνῃς τῆς Σῆς παρακλήσεως.
Ζήτησόν με, ὡς τὸ ἀπολωλὸς πρόβατον,
ὅτι πάσης προθυμίας καὶ ἐννοίας ἔρημος γέγονα
εἰς τὸ διορθώσασθαι ἐμαυτόν.
Ἐκτυφλωθεὶς γὰρ ταῖς ἡδοναῖς,
ἐσκοτισμένην ἔχω μου τὴν ψυχήν,
καὶ ἀπὸ τῆς μέθης τῶν παθῶν
πεπωρωμένην ἔχω μου τὴν καρδίαν.
Ἐξομολογοῦμαί Σοι, Κύριε, Σωτὴρ τοῦ κόσμου,
πᾶσαν πικρότητα ἐμήν, πονηρίαν, ἀλογίαν.
Ἐρῶ πάλιν πᾶσαν Σου τερπνότητα, γλυκύτητα,
ἃς μετ’ ἐμοῦ ἐποίησας ἕνεκεν τῆς χρηστότητός Σου,
φιλάνθρωπε.
Ἀπὸ πρώτης ἡλικίας ἐγενόμην παροξυντής,
ἀπρόθυμος εἰς τὸ ἀγαθόν,
πάσης κακίας ἐφευρετής,
πάσης ἁμαρτίας ῥᾳδιουργός.
Αὐτὸς δέ, ὧ ∆έσποτα,
ὑπερεῖδες πᾶσαν ἐμὴν πονηρίαν
διὰ τοὺς πολλούς Σου οἰκτιρμούς, Υἱὲ τοῦ Θεοῦ.
Ἡ κεφαλή μου ἀνυψοῦται τῇ χάριτί Σου, ∆έσποτα·
ταπεινοῦται δὲ πάλιν δι’ ἐμὰς ἁμαρτίας.
Ἕλκει με πάλιν ἡ χάρις Σου εἰς τὴν ζωήν,
κἀγὼ μᾶλλον εἰς θάνατον εὐπροθύμως βαδιοῦμαι,
ὅτι ἡ κακίστη τῆς χαυνότητός μου συνήθεια ἕλκει με
καὶ μὴ θέλοντα πρὸς ἑαυτήν.
∆εινή ἐστιν ἡ τῶν παθῶν συνήθεια·
δεσμεύει μου τὴν διάνοιαν ἐν δεσμοῖς ἀλύτοις·
καὶ ποθεινὰ εὑρίσκονται ἀεὶ ἐμοὶ τὰ δεσμά.
Συνηθείᾳ τῶν παγίδων δεσμοῦμαι ὁ ἄθλιος,
καὶ χαίρω δεσμούμενος.
Βεβύθισμαι ἐν τῷ πικροτάτῳ ᾅδῃ, καὶ ἥδομαι.
Καθ’ ἑκάστην ἀνανεοῖ τὰ δεσμά μου ὁ ἐχθρός,
καὶ ἀγάλλομαι.
Ὢ τῆς πολυτεχνίας τοῦ ἐχθροῦ!
Οὐ δεσμεῖ με δεσμοῖς,
οἷσπερ ἐγὼ οὐ βούλομαι,
ἀλλὰ ἀεὶ προσφέρει μοι τοιαῦτα δεσμὰ καὶ παγίδας,
ἅσπερ ἐγὼ μετὰ πολλῆς ἡδύτητος δέχομαι·
γινώσκει γάρ μου τὴν πρόθεσιν ἰσχυροτέραν εἶναι,
καὶ ἐν ῥιπῇ φέρει δεσμόν, ὃν βούλομαι.
Τοῦτο πένθος, τοῦτο κλαυθμός, ὄνειδος καὶ αἰσχύνη·
ὅτι πεπέδημαι ἐγὼ ἐν τοῖς ἐμοῖς θελήμασι.
∆υνάμενος γὰρ συντρίψαι τὰ δεσμὰ ἐν μιᾷ ῥοπῇ,
καὶ γενέσθαι ἐλεύθερος ἀπὸ πασῶν τῶν παγίδων,
οὐ βούλομαι τοῦτο ποιῆσαι, χαυνότητι κρατούμενος,
καὶ ἤθεσι τῶν παθῶν δουλούμενος τῇ προθέσει.
Τοῦτό ἐστι πάλιν δεινότερον,
καὶ πένθος αἰσχύνης γέμον,
ὅτι ἐγὼ συνέρχομαι τοῖς θελήμασι τοῦ ἐχθροῦ μου.
∆εσμεύει με, καὶ θανατοῦμαι ἐν πάθεσιν,
οἷς αὐτὸς ἀγάλλεται.
∆υνάμενος δὲ συντρίψαι τὰ δεσμά, οὐ βούλομαι.
∆υνάμενος ἐκφυγεῖν τῶν παγίδων, οὐχ αἱροῦμαι.
Ἔστιν ἄρα πικρότερον τοῦ πένθους τούτου
καὶ τοῦ κλαυθμοῦ;
Ἔστιν ἄρα ἑτέρα αἰσχύνη ταύτης χαλεπωτέρα;
Οὐκ ἔστιν, οἶμαι, πικρότερον τῆς αἰσχύνης ταύτης,
τοῦ ποιεῖν τινα τὰ θελήματα τοῦ ἐχθροῦ αὐτοῦ.
Καὶ οὕτως ἔχων ὁ τάλας, καὶ γινγώσκων τὰ δεσμά μου, κρύπτω αὐτὰ ἀπὸ τῶν θεατῶν καθ’ ὥραν ἐν σχήματι εὐλαβείας.
Ἡ ἐμὴ δὲ συνείδησις ἐλέγχει με ταῦτα πράττοντα.
Καθ’ ἑκάστην ἐλέγχει με·
τί οὐ νήφεις, ἄθλιε;
Ἢ οὐκ οἶδας ὅτι ἐπὶ θύραις ἐστὶν
ἡ φοβερὰ ἡμέρα τῆς κρίσεως;
Ἀνάστηθι ὡς δυνατός·
διάρρηξον τὰ δεσμά σου.
Ἐν σοί ἐστιν ἡ δύναμις τῆς λύσεως καὶ τῆς δέσεως.
Ταῦτα ἀεὶ ἐλέγχει με ἡ ἁγία συνείδησις,
καὶ οὐ θέλω ἐκ τῶν δεσμῶν τῶν παγίδων ἀπαλλαγῆναι.
Ὀδύρομαι καὶ στενάζω περὶ τούτων καθ’ ἡμέραν,
καὶ ἐν αὐτοῖς τοῖς πάθεσιν εὑρίσκομαι δεδεμένος,
τάλας καὶ ἄθλιος ἐγώ,
ἀπρόκοπος εἰς τὸ ἀγαθὸν τῆς ἐμῆς ζωῆς,
μὴ φοβούμενος ἐν παγίσι τοῦ θανάτου.
Τὸ σῶμα περίκειται σχῆμά τι εὐλαβείας
ἐνώπιον τῶν θεατῶν,
ἡ δὲ ψυχὴ πεπέδηται ἐν λογισμοῖς ἀπρεπέσιν.
Ἔξωθεν εὐλαβοῦμαι μετὰ σπουδῆς,
καὶ ἔνδοθεν εἰμὶ βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ.
Γλυκαίνω μου τὴν λαλιὰν τοῖς ἀνθρώποις,
πικρὸς ὢν αὐτὸς καὶ πονηρὸς τῇ προαιρέσει.
Καὶ τί ἄρα ποιήσω ἐν ἡμέρᾳ διαγνώσεως,
ὅταν ὁ Θεὸς δηλοῖ πάντα ἐπὶ βήματος;
Φόβος μέγας ταλανίζει τὴν καρδίαν μου συνεχῶς,
ἐπειδὴ συνέχομαι σειραῖς τῶν ἀπείρων μου ἀνομιῶν.
Ἐγὼ αὐτὸς ἐπίσταμαι ὅτι ἐκεῖ κολάζομαι,
ἐὰν μὴ ὧδε δυσωπήσω ἐν δάκρυσι τὸν ∆ικαστήν.
Χάριν τούτου οὐ συνέχεις τοὺς οἰκτιρμούς Σου, ∆έσποτα, ἐν ὀργῇ, ὅτι Αὐτὸς ἐκδέχῃ τὴν ἐμὴν ἐπιστροφήν.
Οὐ γὰρ θέλεις τινὰ ἰδεῖν ἐν τῷ πυρὶ καιόμενον,
ὅτι πάντας ἀνθρώπους θέλεις σωθῆναι εἰς τὴν ζωήν.
Θαρρῶν οὖν τοῖς οἰκτιρμοῖς Σου,
Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ,
προσπίπτω Σοι δεόμενος·
ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με·
ἐξάγαγε ἐκ φυλακῆς ἀνομιῶν τὴν ψυχήν μου,
καὶ ἐκλάμψῃ μοι ἀκτὶς φωτὸς ἐν τῇ ἐμῇ διανοίᾳ,
πρὶν ἀπέλθω εἰς τὴν κρίσιν
τὴν μέλλουσάν μοι καὶ φοβεράν,
ὅπου παντελῶς οὐκ ἔστι περὶ κακῶν μετανοεῖν.
Φόβος μέγας με λαμβάνει τὸν ἄθλιον καὶ ἀσελγῆ,
πῶς ὑπάγω ἀνέτοιμος ὅλος καὶ γυμνὸς τῶν ἀρετῶν.
Φόβος καὶ δειλία συνέχει με,
ὅτι ὁρῶ ἐμαυτὸν ἀπρόθυμον εἰς τὸ ἀγαθόν·
ἐναντίοις δὲ χειμάζομαι λογισμοῖς,
ὅτι πείθομαι τοῖς δαίμοσι ταῖς ἡδοναῖς με
πρὸς ἀπώλειαν δελεάζουσιν.
Ἐν πολλοῖς εἰμὶ δοκῶν χρησιμεύειν,
εἰ μὴ τὴν ἐμαυτοῦ ἐλέγξω συνείδησιν.
Ἔοικα ἐμπόρῳ ῥᾳθύμῳ καὶ ὀκνηρῷ ζημιουμένῳ
καθ’ ἡμέραν κεφάλαιον μετὰ κέρδους.
Οὕτως ἐγὼ ὁ ταλαίπωρος ζημιοῦμαι
τὰ οὐράνια ἀγαθὰ ἐν τοῖς πολλοῖς περισπασμοῖς
τοῖς ἕλκουσί με εἰς τὰ κακά.
Αἴσθομαι γὰρ εἰς ἐμαυτόν, πῶς κλέπτομαι καθ’ ὥραν,
καὶ μὴ θέλων εὑρίσκομαι εἰς ἅπερ μισῶ.
Ἐξίσταμαι ἐν τῇ ἐμῇ προαιρέσει τῇ κακίστῃ ἐν θλίψεσιν,
ἐν αἷς ἀεὶ ἁμαρτάνει διαφόρως.
Ἐξίσταμαι ἐν τῇ ἐμῇ μετανοίᾳ, πῶς οὐκ ἔχει τὸ στερεὸν θεμέλιον οἰκοδομῆς τὴν ἐγκράτειαν·
οὐ γὰρ ἐᾷ αὐτὴν ὁ ἐχθρὸς τῆς ψυχῆς μου.
Καθ’ ἑκάστην τίθημι θεμέλιον τῆς οἰκοδομῆς,
καὶ πάλιν ταῖς ἐμαῖς χερσὶ καταλύω μου τὸν κάματον.
Οὐκ ἔβαλεν ἀρχὴν καλὴν ἡ καλή μου μετάνοια.
Τέλος πάλιν οὔπω ἔχει ἡ κακίστη μου ἀμέλεια.
∆εδούλωμαι χαυνότητι θελήματι τοῦ ἐχθροῦ μου,
εὐπροθύμως ἐπιτελῶν πάντα τὰ αὑτοῦ ἐράσμια.
Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ πολὺ ἀμύθητον,
καὶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων,
ἵνα βρύωσιν ἀεὶ δάκρυα,
καὶ κλαύσω διαπαντὸς πρὸς τὸν οἰκτίρμονα Θεόν,
ἵνα πέμψας τὴν χάριν αὐτοῦ ἁμαρτωλῷ ἀνασπάσῃ
ἐκ θαλάττης μαινομένης ἐν κύμασιν ἁμαρτιῶν, χειμαζούσης τὴν ψυχήν μου ἐν ζάλαις καθ’ ὥραν;
Τὰ γὰρ ἐμὰ θελήματα ἐνίκησαν τὰ τραύματα,
μὴ δεχόμενα παντελῶς ἐπιδέσμους ἰάσεως.
Ἡ ἄσωτος ἐκείνη γυνὴ ἐξαίφνης σώφρων ὤφθη,
πτοηθεῖσα καὶ σπουδάσασα,
ἐπειδὴ ἐμίσησε τὰ ἔργα τῆς αἰσχρᾶς ἁμαρτίας,
μεμνημένη τὴν μέλλουσαν αἰσχύνην τὴν αἰώνιον
καὶ τῆς κολάσεως τὴν ἀφόρητον ὀδύνην.
Ἐγὼ δὲ ἕνεκεν τῶν παθῶν τῆς ἁμαρτίας,
καθ’ ἑκάστην εὐχόμενος οὐκ ἀφίσταμαι τούτων,
ἀλλ’ ἐπιμένω ἀεὶ ὁ παράφρων τῇ κακῇ μου συνηθείᾳ.
Ἐπ’ ἐλπίδι μετανοίας ἐστί μου ἡ προσδοκία,
κλεπτόμενος ἐν τῇ αὐτῆς ὑποσχέσει ματαίᾳ.
Ἀεὶ λέγων μετανοεῖν, οὐδέποτε μετανοῶ.
Τοῖς ῥήμασι μόνον μετανοῶ μετὰ σπουδῆς,
τοῖς ἔργοις μῆκος πολὺ ἀπέχω τῆς μετανοίας.
Εἰ δὲ εἰμὶ ἐν ἀνέσει,
λανθάνω μου καὶ τὴν φύσιν,
ὅτι ποιῶ ἐν γνώσει τὸ κακὸν
καὶ πρὸς ἐρεθισμὸν ἁμαρτάνω.
Ὁ Ἠσαῦ τόπον μετανοίας οὐχ εὗρεν,
ἐπειδὴ πρὸς ἐρίθειαν τὴν ἁμαρτίαν ἐπεσπάσατο,
καὶ μὴ συναρπασθεὶς ἥμαρτεν·
οὐ γὰρ κατὰ πλάνην, ἀλλὰ κατὰ γνῶσιν.
Καὶ νουθετούμενος, καὶ γονεῖς παρεπίκρανε
καὶ τὸν Θεὸν οὐκ ᾐσχύνθη.
Καὶ Ἰούδας ὁ προδότης τόπον μετανοίας οὐχ εὗρεν,
ὅτι μετὰ τοῦ Κυρίου ὢν ἥμαρτε,
καὶ εἶδεν ὃ ἔπραττεν,
ἐπειδὴ ἔσχε πεῖραν τῆς χάριτος.
Οὐκοῦν ἐπὶ ταῖς ἐν γνώσει ἁμαρτίαις μου,
τί ἂν ἐγὼ προσδοκήσω ὁ ἄθλιος;
Εἰ δὲ καὶ ἔστιν ὁ λογισάμενος μόνον τὸ κακὸν
ἶσος τοῦ πράξαντος, τί ἂν ἐγὼ ἀπολογήσωμαι
διὰ τὰ ἄπειρα πλήθη τῶν ἐμῶν ἀνομιῶν;
Ὁ Χὰμ ἐννοήσας γέλωτα πατρός, ἀπεβλήθη.
Οἱ τῷ Κορὲ συναινέσαντες κατεπόθησαν,
μηδὲν εἰπόντες τὸ σύνολον ἢ πράξαντες.
Καὶ οἱ ἐπὶ τοῦ Ἠλιοῦ ὁμοίως ἔπαθον.
Καὶ Σαοὺλ λογισμοῖς εἰδωλολατρίας συνθέμενος ἀπεβλήθη.
Καὶ Ἀχιτόφελ μόνον συμβουλεύσας
ἐν τῇ ἁμαρτίᾳ ἀπέθανε.
Καὶ οἱ υἱοὶ Ἀαρὼν πλημμελήσαντες τεθνήκασι.
Καὶ οἱ περὶ τὴν Σάπφειραν καταφρονήσει συνδιατρίβοντες, καιροῦ μετανοίας οὐκ ἔτυχον.
Κατανοῶ μου τὴν πρᾶξιν,
καὶ προσέχω μου τὴν συγκατάθεσιν,
καὶ ἀπεκδέχομαι τῆς δικαιοσύνης τὴν ῥοπήν,
καὶ ἐρῶ δικαίαν εἶναι σαφῶς.
Τί τὸ σχῆμα πλανᾷ με ξένον ὄντα τῶν ἀρετῶν,
καὶ τὰ ἐναντία ποιοῦντα ἐνώπιον
Τοῦ τὰ πάντα ἐφορῶντος Θεοῦ;
Καλῶς οἱ Φαρισαῖοι ἔπασχον ἐλεγχόμενοι,
τοῦ Σωτῆρος Χριστοῦ λέγοντος ἐπίπλαστον εἶναι αὐτῶν τὸ σχῆμα.
Κἀμοὶ δὲ συμβαίνει ὡς ἐπὶ τὸ πλεῖστον ἡ τοσαύτη δυσκολία, ὅτι ὑπὸ τῆς συνειδήσεώς μου ἐλεγχόμενος ἀηδίζομαι, καὶ τραχὺς εἶναι ὁ ἔλεγχός μοι δοκεῖ.
Πικρόν ἐστιν ἡ ἀλήθεια τοῖς λανθάνειν σπουδάζουσιν.
Ἀποκαλύψομαι τὸ σχῆμα,
καὶ φανήσονταί μου οἱ σκώληκες·
καὶ διελῶ τὸ προσωπεῖον τοῦ κονιάματος,
καὶ ὄψονται οἱ παρόντες τοῦ τάφου τὴν ἐπίθεσιν,
καὶ τὴν δύναμιν τῆς ἡμετέρας πράξεως σκέψονται,
καὶ θεάσονται τὴν φαρισαϊκὴν ὁμοιότητα.
Ὅτι δὲ κἀνταῦθα σαφῆ μὴ γίνεται,
τὸ πῦρ δοκιμάσει ἐν τῇ κρίσει,
καθώς φησιν ὁ Ἀπόστολος.
Ὄρεξόν μοι χεῖρα βοηθείας ἐν ἐδάφει κυλινδουμένῳ,
Κύριε·
θέλων γὰρ ἀναστῆναι οὐ δύναμαι,
διότι τὸ φορτίον τῆς ἁμαρτίας κατεβάρησέ με,
καὶ ἡ πονηρὰ συνήθεια κατέχει με.
Βλέπω, καὶ ὡς ἐν γνόφῳ περιπατῶ
καὶ ἐν σκότει πολλῷ.
Τείνω μου τὴν χεῖρα, καὶ ὥσπερ παράλυτός εἰμι.
Εὔθυμός εἰμι, καὶ ἀηδίζομαι.
Εὔχομαι καταλλαγῆναι, καὶ νηστεύων συνέχομαι.
Προαίρεσιν καλὴν ἔχω,
ἀλλ’ ὑπό τινος βίας ἐμποδίζομαι.
Πρὸς δοξολογίαν φιλόπονός εἰμι,
ἀλλ’ οὐκ εἰπραττόμενος τὴν τοῦ Θεοῦ εὐαρέστησιν.
Πῶς τολμήσω ἄφεσιν αἰτήσασθαι ὑπὲρ τῶν προτέρων μου ἁμαρτιῶν, τῆς προτέρας μου ἀναστροφῆς μηδαμῶς ἐπιλανθανόμενος;
Ἢ πῶς ἐκδύσωμαι τὸν παλαιὸν ἄνθρωπον
τὸν φθειρόμενον,
τὰς ἐπιθυμίας τῆς πρὶν ἀπάτης μὴ ἀποθέμενος;
Οἴμοι, πῶς ὑποίσω τοὺς ἐλεγμοὺς τῶν ἀθεμίτων μου ἔργων καὶ λογισμῶν!
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου.
Στόμα ἀνάξιον βοᾷ πρὸς Σέ, ∆έσποτα,
καὶ καρδία οὐ καθαρά,
καὶ ψυχὴ ἐν ἁμαρτίαις σπιλωθεῖσα.
Ἐπάκουσόν μου διὰ τὴν ἀγαθότητά Σου,
καὶ μὴ ἀπώσῃ τὴν δέησίν μου·
οὐ γὰρ ἀπορρίπτεις δέησιν
τῶν μετανοούντων ἐν ἀληθείᾳ.
Ἐμοῦ δὲ ἡ μετάνοια οὐ καθαρὰ ὑπάρχει,
ἀλλὰ διεφθαρμένη.
Ὥραν μετανοῶ, καὶ δύο παροργίζω.
Στήριξόν μου τὴν καρδίαν ἐν τῷ φόβῳ Σου, Κύριε.
Στήριξόν μου τὴν ψυχὴν ἐπὶ πέτραν μετανοίας.
Νικησάτω ἡ ἀγαθότης Σου τὴν ἐν ἐμοὶ κακίαν.
Νικησάτω τὸ φῶς τῆς χάριτός Σου τὸ ἐν ἐμοὶ σκότος.
Παρακλήθητι, ἀγαθὲ Κύριε,
οὐ διὰ τὰς δικαιοσύνας μου,
οὐ γὰρ ἔχω τι ἀγαθόν,
ἀλλὰ διὰ τοὺς οἰκτιρμούς Σου,
καὶ διὰ τὴν πολλήν Σου καὶ ἄφατον ἀγαθότητα.
Ἀνέγειρόν μου τὰ μέλη, ἃ κατέρραξεν ἡ ἁμαρτία,
καὶ φώτισόν μου τὴν καρδίαν,
ἣν ἐσκότισεν ἡ πονηρὰ ἐπιθυμία.
Ῥῦσαί με ἀπὸ παντὸς ἔργου πονηροῦ,
καὶ μὴ εἰς τέλος καταβάλῃ με ὁ ἐξεναντίας.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ.
Μὴ εἴπῃς μοι, ἀμὴν λέγω Σοι, οὐκ οἶδά σε.
Σῶσον, Κύριε, ψυχὴν τεθλιμμένην ἐκ θανάτου,
ὁ ἔχων ἐξουσίαν ζωῆς καὶ θανάτου.
Σὺ γὰρ εἶπας, ∆έσποτα·
αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν.
Καθάρισόν με, Κύριε,
ἀπὸ πάσης ἁμαρτίας πρὸ τοῦ τέλους,
καὶ δώρησαί μοι, φιλάνθρωπε,
ἐν ὅλῃ μου τῇ μικρᾷ ταύτῃ ζωῇ
πηγάζειν ἀπὸ καρδίας δάκρυα
πρὸς κάθαρσιν τῶν ψυχικῶν μου μολυσμάτων,
ἵνα δυνηθῶ ἀποδοῦναι ἐντεῦθεν
ἐκ τῶν πολλῶν μου γραμματίων
κἂν ὀλίγα ἐγκλήματα·
κἀκεῖ σωθήσομαι
ἐν τῇ σκέπῃ τῆς παντοδυνάμου χειρός Σου,
ὅταν τρέμῃ πᾶσα ψυχὴ ἀπὸ τῆς δόξης Σου
τῆς φοβερᾶς.
Ναί, ∆έσποτα, Υἱὲ τοῦ Θεοῦ μονογενές,
εἰσάκουσον καὶ πρόσδεξαι δέησιν ἁμαρτωλοῦ
καὶ ἀναξίου δούλου Σου.
Ἁμαρτωλός εἰμι ἐγὼ ὑπὲρ πάντα ἄνθρωπον,
δωρεὰν σῶσόν με τῇ χάριτί Σου,
ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,
καὶ
Σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ
τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
Ἀμήν.
Ἑσπερινὴ Εὐχὴ Τρίτης
Οἴμοι, ἐν ποίᾳ καταγνώσει ἕστηκα,
ἐν ποίᾳ αἰσχύνῃ κατάκειμαι!
Οὐκ ἔστι τὸ κρυπτόμενόν μου ὡς τὸ φαινόμενον.
Περὶ ἀπαθείας διαλεγομένῳ,
ἡ τῶν αἰσχρῶν παθῶν μελέτη ἐν ἐμοὶ
ὑπάρχει ἡμέρας καὶ νυκτός.
Περὶ ἁγνείας προϊέμενος,
λόγους περὶ ἀσελγείας διενθυμοῦμαι.
Οἴμοι, οἵα ἐξέτασίς μοι ἀπόκειται!
Ἀληθῶς σχῆμα εὐσεβείας περίκειμαι,
καὶ οὐ τὴν δύναμιν.
Ἐν ποίῳ προσώπῳ προσέρχομαι
Κυρίῳ τῷ Θεῷ τῷ γινώσκοντι
τὰ κρυπτὰ τῆς καρδίας μου;
Τοσούτοις κακοῖς ὑπεύθυνος ὑπάρχων,
δειλιῶ ἱστάμενος ἐν προσευχῇ,
μὴ καταβῇ πῦρ ἐξ οὐρανοῦ καὶ ἐκφλέξῃ με,
ὥσπερ ποτὲ τοὺς προσενεγκόντας ἐν ἐρήμῳ
πῦρ ἀλλότριον,
ἐξελθὸν πῦρ παρὰ Κυρίου κατέκαυσεν αὐτούς.
Τί οὖν ἐγὼ προσδοκήσω,
πολὺ ἄπειρον βάρος ἁμαρτιῶν περικείμενος;
Πεπώρωταί μου ἡ καρδία,
ἠλλοίωταί μου ὁ εὐσεβὴς λογισμός,
ἐσκοτίσθη μου ἡ διάνοια.
Ἀεὶ ἐπιστρέφω ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον.
Οὐκ ἔστι μοι παρρησία
πρὸς τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς·
οὐκ ἔστι μοι ἡ διάνοια καθαρά·
οὐκ ἔστι μοι δάκρυον ἐν προσευχῇ.
Κἂν στενάξω,
ψύγω μου τὸ πρόσωπον τὸ ἐν αἰσχύνῃ γεγονός.
Κρούσω μου τὸ στῆθος,
τὸ τῶν παθῶν οἰκητήριον,
τὸ τῶν πονηρῶν λογισμῶν ἐργαστήριον.
∆όξα Σοι, μόνε μακρόθυμε,
δόξα Σοι, μόνε ἀγαθέ,
δόξα Σοι, εὐεργέτα τῶν ψυχῶν
καὶ τῶν σωμάτων ἡμῶν.
Μεγάλοι Σου οἱ οἰκτιρμοὶ
ἐπὶ τοὺς ἁμαρτωλοὺς ἡμᾶς, Κύριε.
Μή με ἀπορίψῃς μετὰ τῶν λεγόντων Σοι, Κύριε, Κύριε, καὶ μὴ ποιούντων τὸ θέλημά Σου·
πρεσβείαις
τῆς παναχράντου ∆εσποίνης ἡμῶν Θεοτόκου·
πρεσβείαις πάντων
τῶν εὐαρεστησάντων ἐνώπιόν Σου.
Σὺ γὰρ γινώσκεις, Κύριε,
τὰ ἐν ἐμοὶ κεκρυμμένα πάθη·
Σὺ ἐπίστασαι τὰ τραύματα τῆς ψυχῆς μου.
Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι.
Εἰ μὴ γὰρ Σύ, Κύριε,
οἰκοδομήσῃς οἶκον ψυχῆς,
εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.
Παρασκευάζομαι γὰρ πρὸς ἀντίστασιν τῶν παθῶν,
ἐν τῷ συμβάλλειν πρὸς αὐτά,
καὶ ἡ κακοτεχνία τοῦ ∆ράκοντος ἐκλύει μου
τὸν τόνον τῆς ψυχῆς διὰ τῆς ἡδονῆς·
καὶ μὴ ὄντος τινὸς τοῦ βιάζοντος,
ὥσπερ αἰχμάλωτος αἴρομαι ὑπ’ αὐτῶν.
Προθυμοῦμαι ἀποσπᾶσαι τὸν κατακαιόμενον,
καὶ ἡ ὀσμὴ τοῦ πυρός,
ἔτι νεάζοντός μου,
ἐφέλκει με πρὸς τὸ πῦρ.
Πάλιν ὁρμῶ τοῦ σῶσαι τὸν καταποντιζόμενον,
καὶ ἀπὸ ἀπειρίας σὺν αὐτῷ καταποντίζομαι.
Ἐπιπλήττω τὸν κάμνοντα,
τυφλὸς ὢν αὐτός.
Ἰατρὸς θέλω γενέσθαι ὁ ἄθλιος τῶν παθῶν,
αὐτὸς ἐγὼ ὑπ’ αὐτῶν αἰχμαλωτιζόμενος.
Φώτισον, Κύριε,
τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου,
ὅπως ἐπιγνώσομαι τὰ πλήθη τῶν παθῶν μου.
Ἡ χάρις Σου ἐπισκιάσῃ ἐπ’ ἐμέ, ∆έσποτα,
καὶ φωτίσῃ μου τὴν ἐσκοτισμένην διάνοιαν,
καὶ ἐπὶ τῇ ἀγνωσίᾳ μου γνῶσιν θείαν ἐνοικήσῃ μοι·
ὅτι οὐκ ἀδυνατήσει παρὰ Σοὶ πᾶν ῥῆμα.
Αὐτός, Κύριε,
τὴν ἄβατον θάλασσαν εὐδιάβατον
παρέσχες τῷ λαῷ Σου ποτέ.
Αὐτὸς ἐκ πέτρας ἀκροτόμου ὕδωρ
αὐτοῖς παρέσχες τῷ λαῷ Σου διψῶσιν.
Αὐτὸς μόνος τὸν ἐμπεσόντα εἰς τοὺς λῃστὰς
τῇ ἀγαθότητί Σου διέσωσας.
Σπλαγχνίσθητι ἐπ’ ἐμοί, Κύριε,
διὰ τὴν πολλήν Σου ἀγαθότητα,
τῷ περιπεσόντι εἰς τοὺς λῃστὰς
καὶ δεθέντι ὡς δεσμίῳ ὑπὸ κακοφροσύνης.
Οὐδεὶς ὁ δυνάμενος ἰάσασθαί μου
τὸ ἄλγος τῆς ψυχῆς,
εἰ μὴ Σύ, Κύριε,
ὁ ἐπιστάμενος τὰ βάθη τῆς καρδίας μου.
Ὁσάκις ἐθέμην ὁ τάλας ἐν ἐμαυτῷ ὅρους,
καὶ τείχη ἀνῳκοδόμησα μεταξὺ ἐμοῦ
καὶ τῆς ἀνόμου ἁμαρτίας,
καὶ τῶν ἐναντίων ἐξεναντίας βαλόντων εἰς πόλεμον,
ἡ διάνοια τοὺς ὅρους παρέβη,
καὶ τὰ τείχη κατεσκάφη,
διὰ τὸ τοὺς ὅρους μὴ ἔχειν ἀσφάλειαν
φόβῳ τοῦ κρείττονος,
καὶ διὰ τὸ μὴ τὰ τείχη θεμελιοῦσθαι
ἐπὶ εἰλικρινοῦς μετανοίας.
Τίς οὐ μὴ κλαύσῃ ἐπ’ ἐμοί,
ὅτι διὰ μικρὰν ἡδονὴν
τοῦ ἀτελευτήτου πυρὸς κατεφρόνησα,
καὶ τῆς αἰωνίου βασιλείας οὐκ ἀντεποιησάμην;
Ἐδούλωσα τοῖς πάθεσιν ὁ ἄθλιος
τὸ τῆς ψυχῆς μου ἀξίωμα.
Κτηνώδης ἐγενόμην,
καὶ οὐκ ἰσχύω ἀτενίσαι
πρὸς τὸν εὔσπλαγχνον Κύριον.
Ἐκοσμήθην ποτὲ πλουτοποιοῖς χαρίσμασι,
νῦν δὲ τὴν πενίαν τῶν παθῶν ἠγάπησα.
Ξένος ἐγενόμην τῶν ἀρετῶν,
εἰς χώραν κακίας ἀποδημήσας μακράν.
Ἡμίθνητός εἰμι, βραχύτατον ἔχων ζωῆς λείψανον.
Κλαύσατέ με, ὅσιοι καὶ δίκαιοι,
τὸν ἐν πάθεσι καὶ ἁμαρτίαις συλληφθέντα·
κλαύσατέ με οἱ τῆς ἐγκρατείας ἐργάται
τὸν γαστρίμαργον καὶ φιλήδονον·
κλαύσατέ με οἱ ἐλεηθέντες καὶ ἐπιγνώμονες,
τὸν ἐλεηθέντα καὶ παραπικράναντα·
κλαύσατέ με οἱ ἀγαπήσαντες τὰ ἀγαθὰ
καὶ μισήσαντες τὰ πονηρά,
τὸν ἀγαπήσαντα τὰ πονηρὰ
καὶ μισήσαντα τὰ ἀγαθά·
κλαύσατέ με οἱ βίον ἐνάρετον κεκτημένοι,
τὸν ἐν σχήματι ἐνάρετον,
τοῖς δὲ ἔργοις ἐμπαθῆ καὶ ἀδιάφορον·
κλαύσατέ με οἱ Θεῷ εὐάρεστοι τὸν ἀνθρωπάρεσκον·
κλαύσατέ με οἱ τὴν τελείαν ἀγάπην πρὸς τὸν Θεὸν
καὶ εἰς τὸν πλησίον ἔχοντες,
τὸν λόγοις μὲν ἀγαπῶντα,
ἔργοις δὲ πόρρω ἀπέχοντα·
κλαύσατέ με οἱ τὴν ὑπομονὴν κεκτημένοι
καὶ καρποφοροῦντες,
τὸν ἀνυπομόνητον καὶ ἄκαρπον·
κλαύσατέ με οἱ ἀνεπαισχύντως τῷ Θεῷ προσευχόμενοι,
τὸν αἰσχυνόμενον ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ·
κλαύσατέ με οἱ τὴν πρᾳότητα κεκτημένοι,
τὸν ταύτης ἀλλότριον·
κλαύσατέ με οἱ ἐλεήμονες τὸν ἀνελεήμονα·
κλαύσατέ με οἱ ταπεινόφρονες,
τὸν ὑψηλόφρονα καὶ ὑπερήφανον·
κλαύσατέ με οἱ τὴν ἀκτημοσύνην
τῶν Ἀποστόλων κτησάμενοι,
τὸν ὑλομανοῦντα καὶ φορτιζόμενον·
κλαύσατέ με οἱ πιστοὶ
καὶ ἑδραῖοι τῇ καρδίᾳ πρὸς τὸν Κύριον,
τὸν δίψυχον καὶ σαθρὸν καὶ ἀδόκιμον·
κλαύσατέ με οἱ τὸ πένθος ἀγαπήσαντες
καὶ τὸν γέλωτα μισήσαντες,
τὸν ἀγαπήσαντα τὸν γέλωτα
καὶ μισήσαντα τὸ πένθος·
κλαύσατέ με οἱ ἔχοντες ἐν νῷ
τὴν μετὰ θάνατον κρίσιν,
τὸν ὁμολογοῦντα μεμνῆσθαι,
καὶ τὰ ἐναντία πράττοντα·
κλαύσατέ με οἱ κληρονόμοι
τῆς βασιλείας τῶν οὐρανῶν,
τὸν γεέννης τοῦ πυρὸς ἄξιον.
∆εήθητε, Ἅγιοι τοῦ Θεοῦ,
ὑπὲρ ψυχῆς κλυδωνιζομένης·
ἐν οἷς δύνασθε, Ἅγιοι τοῦ Θεοῦ, βοηθήσατε.
Οἶδα γὰρ ὅτι ἐὰν δεηθῆτε τοῦ φιλανθρώπου Θεοῦ,
πάντα συγχωρηθήσεται ἡμῖν
τῷ πελάγει τῆς Αὑτοῦ χρηστότητος.
Καὶ ὥσπερ ὁ Θεὸς ἐστὶ φιλάνθρωπος,
οὕτω καὶ ὑμεῖς μὴ ὑπερίδητε ἀξιούμενοι
τὴν δέησιν ἐμοῦ τοῦ ἁμαρτωλοῦ,
ὅτι οὐκ ἔχω παρρησίαν
διὰ τὰ πολλά μου ἁμαρτήματα.
Ἔργον ὑμῖν ἐστίν, Ἅγιοι τοῦ Θεοῦ,
πρεσβεύειν ὑπὲρ ἁμαρτωλῶν,
Θεοῦ δὲ ἔργον ἐστὶ τοὺς ἀπεγνωσμένους ἐλεεῖν.
∆εήθητε, Ἅγιοι τοῦ Θεοῦ,
τοῦ Βασιλέως περὶ αἰχμαλώτου·
δεήθητε τοῦ Ποιμένος περὶ τοῦ προβάτου·
δεήθητε τῆς Ζωῆς περὶ τοῦ νεκροῦ·
ὅπως ἀποστείλῃ Αὐτοῦ τὴν χάριν,
καὶ στηρίξῃ τὸ εὐόλισθον τῆς ταπεινῆς μου ψυχῆς.
Προσπίπτω τοῖς οἰκτιρμοῖς
τῆς Σῆς ἀγαθότητος,
∆έσποτα τῶν ἁπάντων.
∆έξαι παράκλησιν ἁμαρτωλοῦ·
γλύκανον ψυχὴν πικρανθεῖσαν ὑπὸ τῆς ἁμαρτίας·
μετάδος διψῶντι ἐκ τῆς πηγῆς τῆς ζωῆς,
καὶ ὁδήγησόν με ἐν τῇ ὁδῷ αὐτῆς·
εἰσάγαγέ με εἰς τὴν βασιλικὴν πύλην,
ὡς ∆εσπότης τὸν ἴδιον δοῦλον,
ὅπως ἐλευθερωθῶ τῆς δουλείας τῶν ἀτίμων παθῶν,
ὅτι συνέχεταί μου ἡ καρδία ὡς ἐν ἁλύσει σιδηρᾷ.
Προφθασάτωσάν με οἱ οἰκτιρμοί Σου, Κύριε,
διὰ τῆς παρακλήσεως τῶν Ἁγίων Σου,
πρὶν ἑλκυσθῶ ἅμα τοῖς ἐργαζομένοις τὴν ἀνομίαν.
Ἐκεῖ ἀποκαλυφθήσονται τὰ ἐν τῷ σκότει
καὶ τὰ ἐν τῷ φανερῷ πεπραγμένα μοι.
Οἴμοι, ποία αἰσχύνη με καταλήψεται,
ὅταν ἴδωσί με καταδικασθέντα
οἱ δοκοῦντες με νῦν ἄμεμπτον εἶναι!
Τὴν πνευματικὴν ἐργασίαν καταλιπὼν ὁ ἄθλιος,
τοῖς πάθεσιν ὑπετάγην!
Οἴμοι, ψυχή!
Τί ἀμαυροῦται τῷ ζόφῳ τῶν παθῶν μου ὁ ἥλιος!
Τί ἐνδαπανᾶται ἡ ζωὴ τῷ θανάτῳ!
Τί οὐκ ἀφανίζεται τῇ παρουσίᾳ τῆς ἀκτῖνος ὁ ζόφος!
Τί τὴν φθορὰν τῆς ἀφθαρσίας προκρίνομεν!
Τί πρὸς γῆν τοῖς πάθεσι, ψυχή, συμφερόμεθα!
Τὸ θεότευκτον ἄμφιον ἠχρειώσαμεν,
καὶ ἀνάξιον τοῦ βασιλικοῦ γάμου ἐποιήσαμεν.
Ἑκουσίως ταῖς ἁμαρτίαις ἐπράθημεν.
Τῷ ἐχθρῷ τῆς ζωῆς ἡμῶν κατεδουλώθημεν.
Τί ἐρεῖς τῷ Κριτῇ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
τῇ φοβερᾷ καὶ φρικτῇ;
Ἐπείνασα διὰ Σέ, ἢ ἐδίψησα,
ἢ ἐγυμνήτευσα, ἢ ἐταπεινώθην;
Ἢ ἠγάπησά σε ὅλῃ μου τῇ ψυχῇ;
Παρρησίᾳ διηνεκῶς βοᾷ ὁ ∆ιδάσκαλος.
∆έξαι ὁ ἐν ἐξουσίᾳ τὸν χαλινόν,
ὁ ἐν δουλείᾳ τὴν ἰσοτιμίαν,
ὁ πένης τὸν ἄσυλον πλοῦτον.
Τί μὴ τὴν ἐλευθερίαν, ἀλλὰ τὴν στενοχωρίαν;
Τί καιρὸν ἀναμένεις, ἀλλ’ οὐ λογισμόν;
Τί φίλον ἐπίβουλον, ἀλλ’ οὐ πόθον σωτήριον;
Τί μὴ βοηθοῦμεν τῇ φύσει καιρὸν ἔχοντες;
Ἕως ἔτι τῶν λογισμῶν κύριος εἶ·
ἕως οὔπω νοσεῖ τὸ σῶμα καὶ ἡ διάνοια·
ἕως οὐκ ἐπ’ ἄλλοις κεῖται τὸ σὸν ἀγαθόν·
ἕως δῆλόν σοι τὸ δῶρον,
ἀλλ’ οὐκ ἀμφίβολον,
καὶ τοῦ βάθους ἡ χάρις ἐφάπτεται·
ἕως οὗ δάκρυα περὶ σὲ τῆς ἐξόδου μηνύματα·
πρόφθασον,
στῆθι γενναίως κατὰ τῶν παθῶν
μετὰ τῆς συμμαχίας εἰς Θεοῦ παράταξιν·
ἀρίστευσον κατὰ τοῦ Γολιάθ,
μὴ λῃστὴς προλάβῃ,
μὴ φονεὺς προαρπάσῃ,
μή τις τῶν βιαστῶν
καὶ ἁρπακτῶν τῆς βασιλείας σὲ ἀποκλείσῃ.
Φοβητέον καὶ πάσῃ φυλακῇ τηρητέον,
μὴ ψεῦσται τῆς ὁμολογίας ἡμῶν φαινώμεθα.
Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους ὁμολογίας
ἐμπεδοῖ Θεὸς μέσος παραληφθείς,
πόσος ὁ κίνδυνος ὧν πρὸς Αὐτὸν
ἐθέμεθα θείων συνθηκῶν,
τούτων παραβάτας εὑρίσκεσθαι,
καὶ μὴ μόνον τῶν ἄλλων ἁμαρτημάτων,
ἀλλὰ καὶ αὐτοῦ τοῦ ψεύδους
ὑποδίκους εἶναι τῇ ἀληθείᾳ,
καὶ ταῦτα οὐκ οὔσης δευτέρας ἀναγεννήσεως,
οὐδὲ ἀναπλάσεως,
οὐδὲ εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως.
∆εινὸν παρελθεῖν τὴν πανήγυριν,
καὶ τηνικαῦτα τὴν πραγματείαν ζητεῖν.
∆εινὸν ὑστεροβουλία,
καὶ τὸ τηνικαῦτα τῆς ζημίας αἰσθάνεσθαι,
ὅτι οὐκ ἔστι λύσις ζημίας
μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν
καὶ τὸν πικρὸν συγκλεισμὸν
τῶν ἑκάστῳ βεβιωμένων.
Ὡς ὁ τελώνης στενάζω,
ὡς ἡ πόρνη δακρύω,
ὡς ὁ λῃστὴς ἀναβοῶ,
ὡς ὁ ἄσωτος υἱὸς κραυγάζω πρὸς Σέ,
φιλάνθρωπε Χριστέ,
Σωτὴρ τοῦ κόσμου,
τὸ φῶς τὸ ἀληθινόν.
Στήριξον ἐξασθενήσασαν
τὴν παρειμένην ψυχήν μου τῇ μέθῃ τῶν ἡδονῶν.
Θεράπευσον τὰ ἕλκη ταύτης,
καὶ ἐκτροπὰς τοῦ νοός μου.
Ἀπόπλυνον αὐτὴν
μεμελανωμένην τῷ λύθρῳ τῆς ἁμαρτίας,
τῷ Σῷ τιμίῳ αἵματι.
Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας.
Ἐν τῷ πλήθει τοῦ ἐλέους Σου ἐπίτρεψόν με,
μόνε μακρόθυμε,
καὶ ῥῦσαί με ἀπὸ πάσης ἐνηδόνου τρυφῆς.
Μὴ εἰς τέλος καταφλέξῃ με
ἡ κάμινος τῶν παθῶν,
ἀλλὰ τῇ δρόσῳ τοῦ ἐλέους Σου
καταμάρανον αὐτήν.
Οὐαί μοι, ὅτι ἐδωρήσω μοι, Κύριε,
φωτισμὸν γνώσεως,
κἀγὼ αὐτὸν ἀθετῶ!
Οὐαί μοι, ὅτι πάντοτε ἠσθένησα καὶ ἀσθενῶ,
καὶ ἀδιαλείπτως ἐπισκέπτεταί με ἡ χάρις Σου
καὶ ἰᾶταί με,
καὶ καθ’ ὥραν ἠθέτησα
καὶ ἀθετῶ τὴν δωρεὰν τῶν ἰαμάτων αὐτῆς!
Ὅσων δωρεῶν ἐμὲ τὸν ἁμαρτωλὸν ἐπλήρωσας,
∆έσποτα, καὶ ἀεὶ δωρῇ,
ἐγὼ δὲ ὁ τάλας εἰμὶ ἀγνώμων τῇ προαιρέσει!
Πάντοτε γλυκαίνομαι ὑπὸ τῆς χάριτός Σου,
πάντοτε φωτίζομαι, συνεχῶς στηρίζομαι,
καὶ πάντοτε αὐτὴν ἀθετῶ
καὶ εἰς τὴν πικρότητα ἐμαυτοῦ πάλιν μεταβάλλομαι.
Ὑπομιμνῄσκεις με, Ὑπεράγαθε,
τὸν θάνατον, τὰς αἰωνίους τιμωρίας,
καὶ ἕλκεις με πάντοτε εἰς τὴν ζωήν,
ἵνα σωθῶ, ἐγὼ δὲ τῇ μοχθηρίᾳ ἀεὶ ἐπιμένω.
Χάριν τούτων οὐκ ἔχω οὐδεμίαν ἀπολογίαν ἐκεῖ.
Κρούω, ἵνα ἀνοιγῇ μοι ἡ θύρα τοῦ ἐλέους Σου, Κύριε.
Ἐπιμένω δεόμενος, ὅπως ἐπιτύχω τοῦ αἰτήματος.
Ὡς ἀναιδὴς ἐλεηθῆναι ζητῶ.
Μακροθύμησον ἐπ’ ἐμοὶ τῷ σκολιῷ.
Ῥῦσαί με τῶν περιεχουσῶν με ἁμαρτιῶν,
καὶ ὑγιὴς γενόμενος ἐγερθῶ
τῆς κλίνης τῆς φθοροποιοῦ ἁμαρτίας.
Ἐλευθέρωσόν με ἀπὸ παντὸς ἔργου πονηροῦ,
πρὶν καταλάβῃ με τὸ τέλος·
ὅπως εὕρω χάριν ἐνώπιόν Σου
ἐν τῇ ὥρᾳ τοῦ θανάτου καὶ χωρισμοῦ·
ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί Σοι;
Λεύκανον τὸν σπιλωθέντα μοι χιτῶνα
πρὸ τοῦ ἐλθεῖν μοι τὸ πρόσταγμα τὸ φοβερόν,
καὶ λαβεῖν με ἀνέτοιμον καὶ ᾐσχυμμένον.
Ῥῦσαι ψυχὴν τεθλιμμένην ἐκ στόματος λέοντος,
καὶ σῶσον αὐτὴν χάριτι καὶ οἰκτιρμοῖς,
πρεσβείαις τῆς παναχράντου ∆εσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων Σου τῶν Ἁγίων·
ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἑσπερινὴ Εὐχὴ Τετάρτης
Ὁ πόνος λέγειν πρὸς Θεὸν ἀναγκάζει με,
ἡ δὲ ἐμὴ ἀναξιότης σιωπᾶν ἐπιτρέπει μοι.
Αἱ ὀδύναι φθέγξασθαί με βιάζονται,
αἱ δὲ ἁμαρτίαι μου σιγὴν ἔχειν κατεπείγουσιν.
Ἡ ψυχή μου ἀλγεῖ
καὶ οἱ ὀφθαλμοί μου ἐπιθυμοῦσι δακρύων.
Ἥμαρτες, ψυχή, μετανόει.
Ἰδοὺ γὰρ αἱ ἡμέραι ἡμῶν παράγουσιν ὡς σκιά.
Φοβεροὺς καὶ φρικώδεις τόπους μέλλεις διέρχεσθαι,
ψυχή μου, μετ’ οὐ πολύ.
Μὴ ὑπέρθου ἡμέραν ἐξ ἡμέρας
ἐπιστρέφειν πρὸς Κύριον.
Κατανύγηθι, ψυχή μου,
κατανύγηθι ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς,
οἷς εἴληφας παρὰ Θεοῦ καὶ οὐκ ἐφύλαξας.
Κατανύγηθι ἐπὶ πᾶσιν, οἷς ἔπραξας,
καὶ ὁ Θεὸς ἐμακροθύμησεν ἐπὶ σοί,
ἵνα μὴ τῷ ἐξωτέρῳ σκότει παραδοθῇς
ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ.
Οἴμοι τῷ ἁμαρτωλῷ,
ὅτι ἐρρύπωσα καὶ ἀεὶ ῥυπῶ
τὸ καθαρὸν τῆς καρδίας μου
δι’ ἐμὴν χαυνότητα!
Ἡ ἀμέλειά μου καὶ ἡ ὀκνηρία μου
τὴν παρρησίαν τῆς καρδίας μου κατῄσχυνε,
καὶ ἡ πονηρὰ ἐπιθυμία,
ὡς δεσπότης δούλῳ, ἐπιτάσσει μοι,
κἀγὼ εὐθὺς ὡς νήπιος μετὰ φόβου οὕτως ὑπακούω.
Ἀποπλανᾷ με, κἀγὼ ἥδομαι.
Οἴμοι, Κύριε,
ὅτι ἡ χάρις Σου πάντοτε ἕλκει με εἰς τὴν ζωήν,
ἐγὼ δὲ μᾶλλον τὸν θάνατον προτιμῶ.
Ἰσότιμον Ἀγγέλων σπουδάζεις με γενέσθαι,
ἐγὼ δὲ τῇ μοχθηρίᾳ μου ἐμαυτὸν σμικρύνω.
Ἐπλήθυναν αἱ ἁμαρτίαι μου, Κύριε,
καὶ ἀεὶ πληθύνονται,
καὶ οὐκ ἔστι πέρας ἐν τῷ πλήθει αὐτῶν.
Καὶ τίς περὶ ἐμοῦ πενθήσει, ἢ παρακαλέσει;
Αὐτὸς μόνος, Σωτήρ μου,
τῇ ἰδίᾳ ἀγαθότητι παρακαλούμενος,
ἐπίβλεψον ἐν ἐλέει ἐπ’ ἐμὲ τὸν ἀπεγνωσμένον.
Πῶς ἱκετεύσω Σε, ∆έσποτα,
ὅτι τὸ στόμα μου ἐπλήρωσα λοιδορίας;
Ἢ πῶς ὑμνήσω Σε,
ὅτι ἡ συνείδησίς μου ῥερύπωται;
Ἢ πῶς ἀγαπήσω Σε,
ὅτι τοῖς πάθεσι πεπλήρωμαι;
Ἢ πῶς οἰκήσει ἐν ἐμοὶ ἡ ἀλήθεια,
ὅτι τῷ ψεύδει ἐμαυτὸν ἐξύβρισα;
Ἢ πῶς ἐπικαλέσομαί Σε,
ὅτι τὰς ἐντολάς Σου οὐκ ἐφύλαξα;
Μετὰ γὰρ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας
ἐγενόμην πλήκτης, συγκρούστης,
ἐπὶ προχειρήσεσιν εὐτελέσι μάχιμος,
ἐπὶ γείτοσι φθονερὸς καὶ σκληρός,
κακαῖς ἐννοίαις ἐντρεφόμενος,
ἀνελεήμων εἰς πένητας,
ὀργίλος, ἀντίλογος,
φιλόνεικος, ὀκνηρός,
θυμώδης, ἱματίων καλλωπιστής.
Ἔτι δὲ καὶ νῦν περισσοτέρως εἰμὶ
ἐν ῥυπαροῖς λογισμοῖς,
ἐν παροξυσμοῖς, ἐν φιλαυτίᾳ, ἐν γαστριμαργίᾳ,
ἐν φιληδονίᾳ, ἐν κενοδοξίᾳ, ἐν ὑπερηφανίᾳ,
ἐν κακοθελίᾳ, ἐν καταλαλιᾷ, ἐν λαθροφαγίᾳ,
ἐν ἀνηκοΐᾳ, ἐν φιλονεικίᾳ, ἐν ὀνειδισμοῖς.
Μηδὲν ὤν, εἶναί τι ἐμαυτὸν λογίζομαι.
Ψευδόμενος ἀεί, ἐπὶ τοὺς ψεύστας ἄχθομαι.
Ῥυπῶν τὸν ναὸν τοῦ Θεοῦ ἐν πορνικοῖς λογισμοῖς,
κατὰ τῶν πόρνων ἀποφαίνομαι.
Κρίνω τοὺς πταίοντας,
αὐτὸς ὢν πλήρης πταισμάτων.
Κρίνω λοιδόρους καὶ κλέπτας,
αὐτὸς ὢν κλέπτης καὶ λοίδορος.
Φαιδρὸς προέρχομαι,
ὅλος ὢν ἀκάθαρτος.
Ἐπὶ ἐκκλησίαις καὶ τραπέζαις πρῶτος θέλω ἵστασθαι, ὀφείλων ἐμπτύεσθαι.
Ὁρῶ μοναχοὺς καὶ σεμνύνομαι.
Ὁρῶ μοναχοὺς καὶ ἀλαζονεύομαι.
Γυναιξὶ θέλω ὀφθῆναι χαρίεις,
καὶ πλουσίοις εὐσεβής,
καὶ ξένοις ὠφρυωμένος,
καὶ οἰκείοις σύννους καὶ φρόνιμος,
καὶ φρονίμοις τελειότερος,
πρὸς δὲ τοὺς εὐσεβεῖς ὡς σοφώτερος·
ἀφρόνων δὲ ὡς κτηνῶν καταφρονῶ.
Ἐὰν ὑβρισθῶ, ἀμύνομαι·
ἐὰν τιμηθῶ, βδελύττομαι.
Ἐὰν κατὰ τὸ δίκαιον ἀπαιτηθῶ,
δικάζομαι,
καὶ τοὺς τἀληθῆ λέγοντας
ὡς ἐχθροὺς λογίζομαι.
Ἐλεγχόμενος ὀργίζομαι,
καὶ μὴ κολακευόμενος ἀηδίζομαι.
Οὐ θέλω τιμῆσαι τὸν ἄξιον,
καὶ ἀνάξιος ὢν τιμὰς ἀπαιτῶ.
Οὐ θέλω καμεῖν,
καὶ ἐὰν μή τις λειτουργῇ μοι,
ὀργίζομαι αὐτῷ.
Οὐ θέλω συνελθεῖν τοῖς ἐργαζομένοις,
καὶ ἐὰν μή τις ὑπηρετῇ μοι,
κακολογῶ αὐτὸν ὡς ὑπερήφανον.
Ἐν ἀνάγκαις τὸν ἀδελφὸν ἀγνοῶ·
εἰ δὲ ὑγιαίνει,
προτρέπομαι αὐτῷ.
Ἀσθενοῦντα μισῶ,
καὶ ἀσθενῶν ἐγὼ φιλεῖσθαι θέλω.
Μειζόνων περιφρονῶ,
καὶ ἐλαττόνων ὑπερορῶ.
Ἐὰν κρατήσω ἐμαυτὸν ἀπὸ τῆς ἐπιθυμίας
τῆς ἀλόγου, κενοδοξῶ.
Ἐὰν κατορθώσω ἀγρυπνίαν,
τῇ ἀνυποταξίᾳ καὶ τῇ ἀντιλογίᾳ παγιδεύομαι.
Ἐὰν ἐγκρατεύσω ἐμαυτὸν ἀπὸ βρωμάτων,
τῷ τύφῳ καὶ τῇ ἀλαζονείᾳ καταποντίζομαι.
Ἐὰν τῇ προσευχῇ προσκαρτερήσω,
τῷ θυμῷ καὶ τῇ ὀργῇ ἡττῶμαι.
Ἐὰν εἰς ἀρετὴν τινὰ ἴδω, οὐχ ἱζάνομαι.
Πάντα τὰ ἡδέα τοῦ κόσμου ὑπερεῖδον,
καὶ τῆς ματαίας ἐπιθυμίας αὐτῶν οὐκ ἀφίσταμαι.
Ἐὰν ἴδω θηλείας, φαιδρύνομαι.
Ἔξωθεν ταπεινοφρονῶ,
καὶ τῇ ψυχῇ ὑψηλοφρονῶ.
Τῷ δοκεῖν εἰμι ὡς ἀκτήμων,
καὶ τῇ διανοίᾳ πολυκτημοσύνην νοσῶ.
Καὶ τί δεῖ τὸν καιρὸν ἀναλίσκειν;
Τῷ δοκεῖν γὰρ ἅπαντα ἀπεταξάμην,
καὶ τῇ ἀληθείᾳ τὰ τοῦ κόσμου πάλιν φρονῶ.
Ἐῶ λέγειν τὰς εἰς ἐκκλησίαν βαναύσους ὁδούς,
τὰς ἐξεπίτηδες βραδυτῆτας,
τὰς ἐν ταῖς συνάξεσι φλυαρίας,
τὰς ἐφευρέσεις τῶν λογισμῶν,
τὰς ματαίας μνήμας,
τὰς ἐν τῇ τραπέζῃ εὐφημίας,
τὰς ἀπληστίας τῶν δοσοληψιῶν,
τὰς κοινωνίας τῶν ἀλλοτρίων σφαλμάτων,
τὰς ὀλεθρίους φιλονεικίας.
Οὗτός μου ἐστὶν ὁ βίος.
Τοσούτοις κακοῖς ἀνταγωνίζομαι τῇ ἐμῇ σωτηρίᾳ,
καὶ ἡ ἀλαζονεία μου
καὶ ἡ κενοδοξία μου
οὐ συγχωρεῖ μοι
κατανοῆσαι τὰ τραύματά μου, ἵνα ἰαθῶ.
Ταῦτά μου εἰσὶ τὰ ἀριστεύματα.
Εἰς τοσοῦτον ὄχλον ἁμαρτιῶν
ὁ ἐχθρός με παρατάσσεται,
καὶ ἐν τούτοις ὁ τάλας ἐξεταζόμενος,
ἁγιότητος ἐπισπῶμαι δόξαν.
Ἐν ἁμαρτίαις διατρίβων,
ὡς δίκαιος θέλω νομίζεσθαι.
Μίαν ταύτην ἐπὶ τούτοις πᾶσιν ἔχω ἀπολογίαν,
ὅτι ὁ ∆ιάβολός μοι ταῦτα ὑπέθετο·
ἀλλ’ οὐδὲ τῷ Ἀδὰμ ὠφέλησεν ἀπολογουμένῳ τοῦτο.
Πείθομαι ὅτι ἐκεῖνος ὑπέβαλε τὸν Κάϊν·
ἀλλ’ οὐδὲ αὐτὸς ἐξέφυγε τὴν ἀπόφασιν.
Καὶ τί ποιήσω, ἐὰν ἐπισκέψηταί με ὁ Κύριος;
Οὐκ ἔστιν οὐδεμία ἀπολογία
ὑπὲρ τῆς ἐμῆς ἀμελείας.
∆ειλιῶ μὴ τύχω κἀγὼ
ἐξ ὧν εἶπεν ὁ Παῦλος εἶναι σκεύη ὀργῆς,
οὓς ἔχει ὁμοίους ὁ ∆ιάβολος
τῆς ἐκείνου μερίδος·
οὓς διὰ τὴν καταφρόνησιν αὐτῶν
εἰς πάθη ἀτιμίας παρέδωκεν ὁ Θεός.
∆έος οὖν μὴ τοιαύτην ἀπόφασιν
καὶ εἰς ἐμὲ ἐξενέγκῃ.
Κύριε, ἐμοὶ τῷ ἁμαρτωλῷ ἔθου μετάνοιαν.
Ἐμὲ τὸν ἀνάξιον σῶσαι βουλόμενος,
ζώωσον, Ζωοδότα,
τὴν νεκρωθεῖσαν ψυχήν μου ταῖς ἁμαρτίαις.
Ἀπόπλυνον τὴν λιθώδη πώρωσιν
τῆς ἀθλίας μου καρδίας,
καὶ δώρησαί μοι πηγὴν κατανύξεως,
ὁ ἐκ τῆς ζωηρρύτου Σου πλευρᾶς
βλύσας ἡμῖν τὴν ζωήν.
Τίς οὐ μὴ στενάξει;
Τίς οὐ μὴ πενθήσει τὴν ἐμὴν ἀποταγήν;
Οὔπω ἀληθῶς ἀπεταξάμην,
καὶ τῷ τύφῳ κεκράτημαι·
οὔπω ἐγευσάμην τῆς ἀσκήσεως,
καὶ τῇ κενοδοξίᾳ πεπέδημαι·
οὔπω τὰ πρόθυρα εἶδον,
καὶ τὰ ἔνδον φαντάζομαι·
οὔπω εἰς παιδείαν ἀρετῆς ἐδοκιμάσθην,
καὶ ἤδη ἐπιπλήττω τὸν ἀδελφόν·
οὔπω εἰς ἐπίγνωσιν τῆς ἀληθείας κατήντησα,
καὶ ἄλλους ἐξ ὑπερηφανίας διδάσκω.
Πάντα σοι δέδωκεν ὁ πανάγαθος Θεός, ὧ ψυχή·
γνῶσιν, σύνεσιν, διάκρισιν.
Γνώριζε τὸ συμφέρον.
Πῶς σὺ φῶτα νομίζεις παρέχειν τῷ πλησίον,
σκοτεινὴ οὖσα;
Γενοῦ σεαυτῆς ἰατρός, ψυχή·
εἰ δὲ μή, θρήνησον τὴν σὴν τύφλωσιν.
Οὐδεμίαν ἔχεις πρόφασιν περὶ σῶν ἀμελειῶν.
Νῆψον, γρηγόρησον, ψυχή, στέναξον,
δάκρυσον καὶ ἀπόνιψον διὰ νηστείας
τὸν βαρὺν φόρτον τῶν ἁμαρτιῶν σου.
Ὁ Θεὸς ὁ ὕψιστος,
ὁ μόνος ἔχων ἐξουσίαν ζωῆς καὶ θανάτου,
δώρησαί μοι τῷ ἁμαρτωλῷ
ἐν τῇ ὥρᾳ ἐκείνῃ τῆς φρικτῆς Σου παρουσίας
τοὺς πολλούς Σου οἰκτιρμούς,
ὅπως μὴ ἐκεῖ εὑρεθῶ ἔμπροσθεν
τοῦ φοβεροῦ βήματός Σου
ὄνειδος καὶ αἰσχύνη μεγάλη
τοῖς θεαταῖς Ἀγγέλοις, Ἀρχαγγέλοις, Προφήταις, Ἀποστόλοις, Πατριάρχαις, Μάρτυσιν, Ἀσκηταῖς,
καὶ πᾶσι τοῖς ∆ικαίοις.
Ἀλλ’ ἐνταῦθα, Σωτήρ μου, παίδευσόν με,
ἔνθα τὴν ἡδονὴν τῆς ἁμαρτίας ἀπήλαυσα,
ὡς πατὴρ εὔσπλαγχνος καὶ φιλότεκνος,
καὶ ἐκεῖ συγχώρησόν μοι ὡς Θεὸς οὐράνιος,
ὁ μόνος ἀναμάρτητος.
Πᾶσαν ἁμαρτίαν ὁ τάλας διεπραξάμην.
Πάντας ὑπερέβην τῇ ἀσωτίᾳ.
Ὑπόδικός εἰμι τῇ κολάσει,
καὶ ἐὰν ὁρμήσω μετανοῆσαι,
οὐκ ἔχω δάκρυον.
Οἴμοι, ποίοις ὀφθαλμοῖς θεάσομαι
ὁ ἁμαρτωλὸς καὶ ῥᾴθυμος
τὸ φρικτὸν βῆμα ἐκεῖνο,
ἐν ᾧ, Κύριε, καθίσας, τὰ πεπραγμένα μοι ἐλέγξεις!
Οἶδά Σε κριτὴν φοβερὸν
ἐν δόξῃ Θεότητος ἐλευσόμενον,
πάντα τὰ κρύφια ἐλέγχειν μέλλοντα.
Πάντα τὸν βίον μου ὁ ἄθλιος ἀσώτως ἠνάλωσα,
διὰ παντὸς τῷ βορβόρῳ τῶν ἡδονῶν ἐγκυλιόμενος.
Πάντα τὰ κρύφιά μου πταίσματα
καὶ τὰ νέφη τῶν ἁμαρτιῶν μου
Σὺ γινώσκεις μόνος ὁ Κτίστης μου.
Οὐδεὶς οὕτως, ὡς ἐγώ,
καταγώγιον ὤφθη τῆς ἁμαρτίας.
Οὐδεὶς οὕτως, ὡς ἐγώ,
παρώργισε τὴν Σὴν ἀγαθότητα, ∆έσποτα,
ταῖς ὁρμαῖς τῆς κακίας ἐπακολουθήσας.
Ἀλλ’ ὡς ὑπάρχεις ἀγαθότητος πέλαγος,
ἀποξήρανον τὰ πονηρὰ πελάγη τῶν ἐμῶν ἁμαρτιῶν·
καὶ ὡς ὑπάρχεις τοῦ ἐλέους ἄβυσσος,
κατάφλεξον τὴν ἄβυσσον τῶν ἐμῶν ἁμαρτιῶν,
καὶ μὴ ἀποδώσεις μοι ἄξια ὧν ἔπραξα.
Μὴ καταδικάσεις με ἐν τῇ φλογὶ τῆς γεέννης,
ὅτι ἀνυπόστατος ἡ ὀργή Σου
ἐπὶ τοὺς ἁμαρτωλοὺς ἡμᾶς, Κύριε.
Τίς λοιπὸν ὑποστήσεται τὴν αὑτῆς ἀπειλήν;
Τὸ πῦρ γὰρ οὐ σβεσθήσεται,
καὶ ὁ σκώληξ ἡμῶν οὐ τελευτήσει.
Φοβοῦ τὴν ἐν σοὶ ἀπειλήν, ὦ ψυχή.
Ἀπόθου τὸν βαρὺν ὕπνον τῆς ἀμελείας
καὶ τὸν νυσταγμὸν τῆς δεινῆς ῥᾳθυμίας.
Ἐγγύς ἐστι τὸ τέλος.
Ἐπὶ θύραις ἡ κρίσις.
Τί ἄρα συναντήσει ἡμᾶς μετὰ τὸ χωρισθῆναι, ψυχή;
Συνέλθετέ μοι, Ὅσιοι καὶ ∆ίκαιοι,
οἱ καλῶς τὸν ἀγῶνα ἀγωνισάμενοι·
καὶ ἢ ὡς νεκρὸν πενθήσατε,
ἢ ὡς ζῶντα καὶ ἡμιθανῆ οἰκτειρήσατε·
ἐπεὶ ἐγὼ πλήρης εἰμὶ αἰσχύνης,
καὶ οὐκ ἔχω παρρησίαν
διὰ τὰς ἐν γνώσει γενομένας μοι ἁμαρτίας.
Ἐκχέατε ἐπ’ ἐμὲ τὸ ἔλεος ὑμῶν,
ὡς εἰς αἰχμάλωτον,
καὶ ὡς εἰς τραυματίαν σεσηπότα.
Ἐλεήσατέ με ὡς μύσται τοῦ ἐλεήμονος Θεοῦ,
τοῦ Σωτῆρος ἡμῶν,
καὶ δεήθητε Αὐτοῦ,
ἵνα δωρεὰν ἐπιστρέψῃ με,
ἵνα μὴ ἀνάξιος εὑρεθῶ
ἐν τῇ ὥρᾳ τῆς Αὑτοῦ παρουσίας,
καὶ ὅπως μὴ ἀκούσω
τὴν φοβερὰν ἐκείνην ἀπόφασιν·
ὕπαγε ἀπ’ ἐμοῦ, ἐργάτα τῆς ἀδικίας·
λέγω σοι, οὐκ οἶδά σε.
Παρακαλῶ οὖν Σε τὸ φῶς τὸ ἀληθινόν,
γέννημα τοῦ εὐλογημένου Σου Πατρός,
χαρακτὴρ τῆς ὑποστάσεως Αὐτοῦ,
ὁ καθήμενος ἐν δεξιᾷ τῆς μεγαλωσύνης Αὐτοῦ, ἀκατάληπτε Υἱὲ τοῦ Θεοῦ, ἀνεξερεύνητε Χριστέ,
καύχημα καὶ χαρὰ τοῖς ποθοῦσί Σε,
ἀγαλλίαμα καὶ εὐφροσύνη τοῖς ἀγαπῶσί Σε,
ἡ ζωή μου, τὸ φῶς μου, Χριστέ μου,
μὴ ὑπερίδῃς με τὸν ἐξουθενημένον,
μὴ ἀπορρίψῃς με τὸν ἐβδελυγμένον,
μὴ ἐγκαταλίπῃς με τὸν κατακεκριμένον,
ὅτι σφόδρα τέρπεται ὁ ἐχθρός μου,
ὅταν ἐμαυτὸν ἀπογινώσκω
διὰ τὴν ἐπικειμένην μοι τῆς κακίας ἀχλύν.
Ἐν τούτῳ μόνον χαίρεται,
ὅταν δι’ ἀπογνώσεως ἴδῃ με αἰχμάλωτον·
ἀλλ’ αὐτὸς τῇ εὐσπλαγχνίᾳ Σου
καταίσχυνον αὐτοῦ τὴν ἐλπίδα,
καὶ ἔκσπασόν με τῶν ὀδόντων αὐτοῦ,
καὶ τῆς κακοτέχνου γνώμης αὐτοῦ,
καὶ ὅλης αὐτοῦ τῆς κατ’ ἐμοῦ κινουμένης ἐνεργείας,
ὅτι ἐν πολλοῖς παρετάξατό με.
∆ώρησαί μοι, Κύριε, φωτισμὸν τοῦ γνῶναι
τὰς μεθοδείας τοῦ ἀντικειμένου καὶ μισοκάλου,
ὅτι ἀναρίθμητα βάλλει ἔμπροσθέν μου ὀλισθήματα·
σκάνδαλα, βλάβην, πολυκτημοσύνην,
μετεωρισμὸν τοῦ αἰῶνος τούτου,
ἡδονὴν σαρκικήν,
καὶ πολυχρόνιον τὴν παροῦσαν ζωήν·
δειλίαν εἰς τὴν ἄσκησιν,
καὶ ὀκνηρίαν εἰς τὰς εὐχάς,
καὶ εἰς τὴν ψαλμῳδίαν
ὕπνον καὶ ἀνάπαυσιν σωματικήν.
Ὅσον ἐκεῖνος σπουδάζει ἐπὶ τὴν ἐμὴν ἀπώλειαν,
τοσοῦτον ἐγὼ ὁ ἄθλιος ῥᾳθυμῶ καὶ ἀμελῶ·
καὶ ὅσον ἐκεῖνος ἐνεδρεύει,
τοσοῦτον ἐγὼ καταφρονῶ.
Πρόσεχε, ψυχή·
συνειδήσεως ἐπιμελοῦ.
Μὴ πρόσεχε ἑτέρων πταίσματα,
ἀλλὰ μᾶλλον τὰ ἐν σοί.
Μὴ πρόσεχε τὸ κάρφος
τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ καὶ πλησίον,
ἀλλ’ εἰς τὴν σὴν δοκὸν κατανόει συνεχῶς.
Σπεῦσον, πρόφθασον,
διαλλάγηθι Χριστῷ τῷ διὰ σὲ σταυρωθέντι σαρκί.
Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν,
οὐκ ἂν ἐκρινόμεθα,
ὅπου ἡ μεγάλη καὶ ἄπαυστος κατάκρισις.
Οἴκτειρόν με, Κύριε, διὰ τὴν εὐσπλαγχνίαν Σου,
καὶ σῶσόν με διὰ μόνην τὴν Σὴν ἀγαθότητα,
πρεσβείαις τῆς παναχράντου ∆εσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων Σου τῶν Ἁγίων·
ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἑσπερινὴ Εὐχὴ Πέμπτης
Ἰδοὺ πάλιν προσπίπτω ἐπὶ θύραις
τοῦ ἐμοῦ ∆εσπότου
ἱκετεύων, παρακαλῶν,
προσκυνῶν καὶ βοῶν μετὰ φόβου·
συμφέρει γὰρ τῷ οἰκέτῃ
μὴ ἐκφυγεῖν τὰς χεῖρας τοῦ δεσπότου αὐτοῦ,
ἁμαρτήσαντι αὐτῷ, ἀλλὰ μᾶλλον παραμένειν.
Εἰσάκουσον, ὦ ∆έσποτα,
τοῦ κλαυθμοῦ μου,
καὶ πρόσδεξαι τὰ ῥήματα τῆς δεήσεώς μου,
ἃ προσφέρω ὁ ἁμαρτωλὸς αἰδούμενος.
Ἔκχεον ἐπὶ τὸν ἄθλιον ἐμὲ
μικρὰν σταγόνα ἐπιστροφῆς τῷ ἐλέει Σου,
καὶ φώτισόν μου τὴν ψυχὴν τῇ χάριτί Σου,
ἵνα ἕξω μικρὰν προθυμίαν
εἰς τὸ διορθώσασθαι ἐμαυτόν.
Εἰ μὴ γὰρ ἡ χάρις Σου φωτίσει μου τὴν ψυχήν,
οὐ δύναμαι κατανοῆσαι
τὴν ἐν ἐμοὶ ἐμπάθειαν καὶ ἀμέλειαν.
Οἴμοι γάρ,
ὅτι προλαβοῦσα ἡ ἁμαρτία νομὴν ἐν ἐμοὶ εὑροῦσα,
καθ’ ἑκάστην ἀμαυροῖ, καὶ βυθίζει με,
καὶ παροργίζειν τὸν Θεὸν ὁ τάλας οὐ παύομαι,
μὴ φοβούμενος τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον,
καὶ μὴ τρέμων τὰς ἀθανάτους τιμωρίας·
συνήθειαν γὰρ λαβοῦσα ἡ ἁμαρτία,
ἕλκει με εἰς παντελῆ ἀπώλειαν.
Ἐμαυτὸν μὲν ἐλέγχω,
καὶ οὐ παύομαι ἐξομολογούμενος,
ἀλλὰ πάλιν ἐπιμένω τοῖς κακοῖς.
Βλέπων οὐχ ὁρῶ,
ἐπειδὴ μετανοῶν πλημμελῶ.
Οὐ γνωσιμαχῶ πρὸς τὴν διάγνωσιν τῶν γινομένων,
ἀλλὰ τῆς ἐμῆς κατηγορῶ μετανοίας.
Ἐπειδὴ ὡς δοῦλος εἰμὶ τῆς ἁμαρτίας,
καὶ μὴ θέλων ποιῶ τὸ κακόν,
καὶ ὡς στρατευθεὶς ὑπὸ τῆς ἁμαρτίας,
αὐτῇ ὑποτάσσομαι·
καὶ φυγεῖν δυνάμενος τελοῦμαι αὐτῇ
διὰ τὴν βασιλεύουσάν μοι συνήθειαν.
Ὀψώνια λαμβάνω τῆς σαρκός,
τῶν παθῶν ἐπιμελούμενος.
Γινώσκω τὴν ἐν ἐμοὶ πρόληψιν τῆς φθορᾶς,
καὶ ὥσπερ δοῦλος, ὅτε κελευσθῶ,
εὐθὺς ἐργάζομαι αὐτήν.
Φεύγω τὸν μέλλοντα πόλεμον,
καὶ ὡς κύων σιδηρόδετος
ἐπιστρέφω πρὸς τὸν ἐπιτάσσοντα.
Μισῶ μὲν τὴν ἁμαρτίαν,
ἀποδιδράσκω τὴν παρανομίαν,
καὶ τῷ πάθει ἐπιμένω·
κρατοῦμαι γὰρ ὁ δείλαιος καὶ μὴ θέλων
ὑπὸ τῆς ἡδονῆς.
Ἐδούλευσα τῇ φύσει πρὸς ἀνάγκην,
καὶ πηγάζει κατ’ ἐμοῦ τὴν ἁμαρτίαν
ὠνηθεῖσα τὴν προαίρεσιν.
Ἀναβρύουσι κατ’ ἐμοῦ τὰ πάθη,
ἐπεὶ τὴν διάνοιαν ἥνωσα τῇ σαρκί,
καὶ χωρισμὸν οὐ παραδέχεται.
Σπεύδω τὴν προαίρεσιν μεταβαλεῖν,
καὶ ἡ προλαβοῦσα κατάστασις ἀνθίσταταί μοι.
Ἐπείγομαι ὁ ταλαίπωρος
τοῦ ἐλευθερῶσαί μου τὴν ψυχήν,
καὶ εἰς πολύ με χρέος συνωθεῖ ὁ κακὸς δανειστής.
Οὐχ ὑπομιμνῄσκει τὴν ἀνταπόδοσιν,
ἀλλὰ φιλοτίμως κιχρᾷ,
μηδέποτε ἀπολαμβάνειν βουλόμενος.
Μόνον τὴν δουλείαν αἱρεῖται.
∆ίδωσιν ἵνα πλουτήσω ἐν τοῖς πάθεσι,
καὶ τὸ χρέος οὐκ εἰσπράττεται.
Θέλω ἀποδοῦναι ἐγώ, κἀκεῖνος προστίθησιν.
Ἐὰν δὲ καὶ δι’ αὐτῶν μικρὸν ἐμαυτὸν βιάσω,
προστίθησιν ἕτερα,
ἵνα ἐκ τῶν αὑτοῦ ὀφθῶ καταβαλλόμενος·
καὶ ὁρῶν ὅτι ἡ συνέχεια τοῦ χρέους
πείθει με εἶναι ἁμαρτωλόν,
εἰσάγει μοι νεωτέρας ἐπιθυμίας,
καὶ ποιεῖ με ἐπιλανθάνεσθαι τῶν παθῶν,
ἵνα μὴ ἐξομολογήσωμαι.
Συντυγχάνω τοῖς ξένοις πάθεσι,
καὶ ἀπασχολούμενος
εἰς λήθην τῶν προτέρων ἔρχομαι.
Συντίθεμαι τοῖς ἐπελθοῦσι,
καὶ πάλιν χρεώστης εὑρίσκομαι.
Προστρέχω αὐτοῖς ὡς φίλοις,
καὶ κιχρῶντές μοι πάλιν ὡς δεσπόται εὑρίσκονται·
καὶ ὁ πρὸ μικροῦ σπουδάζων ῥυσθῆναι,
γίνομαι δι’ αὐτῶν δοῦλος πολύπρατος.
Σπεύδω ἐκκόψαι αὐτῶν τοὺς δεσμούς,
καὶ ὑπὸ ἑτέρων ἄφνω κατέχομαι.
Σπεύδω ἀπαλλαγῆναι τῆς στρατείας τῶν παθῶν,
καὶ διὰ δοσοληψιῶν ὡς οἰκονόμος αὐτῶν εὑρίσκομαι.
Ὢ τῆς ἐξουσίας ἐν ἐμοὶ τῶν παθῶν τῆς ἁμαρτίας!
Ὢ τῆς δεσποτείας τοῦ κακοτέχνου
καὶ δολίου ∆ράκοντος,
ὅτι πρὸς τὴν φύσιν,
καὶ τὰς συνωνὰς πραγματεύεται
καὶ τοὺς ἀρραβῶνας δίδωσιν,
ἵνα πωλήσῃ αὐτῇ τῇ ἁμαρτίᾳ τὴν διάνοιαν!
Ἔπεισε κολακεῦσαί μου τὴν σάρκα
τοῦ παραστῆσαι αὐτὴν εἰς λειτουργίαν τῆς ψυχῆς,
καὶ ἡττήθην ὑπὸ τῆς ἡδονῆς.
Εἰς ἀκρασίαν αὖθις ὕπνου τραπείς,
παντελῶς τὴν λειτουργίαν μου ἐστερήθην.
Εὐχομένου μου παρέσχε μοι πρός τινα ἡδονὴν εὐτελῆ ἔννοιαν καὶ κρατεῖ μου δι’ αὐτῆς,
ὡς ἐν σχοινίῳ χαλκῷ, τὴν εὐτελῆ διάνοιαν·
θέλουσαν δὲ φυγεῖν οὐκ ἐᾷ διὰ τὸν σύνδεσμον.
Ἀσφαλίζεται οὖν ἡ ἁμαρτία τὴν διάνοιαν,
καὶ κλείει τὴν θύραν τῆς γνώσεως.
Ἀεὶ τηρεῖ τὸν νοῦν ἡ κακία,
ἵνα μὴ πρὸς τὸν Θεὸν συμφωνήσας
κωλύσῃ πραθῆναι τὴν σάρκα.
Παράγει τὸ πλῆθος τῶν συμπεπλεγμένων λογισμῶν,
καὶ πείθει ὅτι οὐκ ἔσται
περὶ τοῦ μικροῦ τούτου ἔτασις,
καὶ ὅτι οὐ δυνατὸν γνῶσιν εἶναι περὶ αὐτῶν,
καὶ ὅτι λήθη τὰ τοιαῦτα παραβληθήσεται.
Ἐγὼ δὲ ἐνώπιόν μου προβάλλω τὸν ἐμὸν ἔλεγχον,
καὶ οἶδα ὅτι ἐμοὶ ἐπήρτηται ἡ κόλασις.
Τούτοις με συνέχει,
τούτοις με καταδεσμεῖ,
τούτοις με πωλεῖ καὶ ἀγοράζει,
τούτοις με πλανᾷ,
τούτοις με κολακεύει καὶ ὑποτάσσει,
ὡς φησὶν ὁ Ἀπόστολος,
ὅτι σαρκικός ἐστι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν·
ἡ ἁμαρτία γὰρ ἐν τῇ σαρκί μου
οὖσα δεσπόζει τῆς διανοίας,
καὶ κρατεῖ τὴν ψυχὴν ἐπὶ αἰτίᾳ σαρκὶ χρωμένη,
καὶ δι’ αὐτῆς καταπονεῖ.
Ἐὰν βουληθῇ νηστεῦσαι,
ἢ ἀγρυπνῆσαι,
μαστίξαι δι’ αὐτῆς αὐτήν,
καταπονεῖ ὡς ἰδίαν ἐν ἁλύσει.
Ὡς πρόβατον ἐπὶ σφαγὴν
καὶ ὡς πετεινὸν ὑψιπετὲς ταύτην κατέδησε,
καὶ ὡς ἰσχυρὸν γίγαντα δι’ αὐτῆς τῆς σαρκὸς
ἔτεμε χεῖρας καὶ πόδας αὐτῆς.
Οὔτε φυγεῖν δύναμαι,
οὔτε βοηθῆσαι ἐμαυτῷ.
Οὐαί μοι, νεκρός εἰμι ὁ ζῶν,
καὶ τυφλὸς ὁ βλέπων!
Γέγονα ὡς κύων ὁ ἄνθρωπος,
καὶ ὁ νοερὸς ὡς κτῆνος παραδέχομαι.
Ἐλέησον σεαυτήν, ὦ ψυχή.
Σπεῦσον πρὸ τῆς ἀποφάσεως.
ἐπείχθητι πρὸ τοῦ χωρισμοῦ,
ἵνα μὴ ἀποκλεισθῶμεν σὺν ταῖς μωραῖς παρθένοις,
ὅπου οὐκ ἔστιν ἰδεῖν ζωὴν βροτῶν,
ἢ λογίσασθαι περὶ δικαιοσύνης·
ὅπου οὐκ ἔστι πάλη
δι’ ἧς ζωὴ καὶ θάνατος ἐπιγίνεται·
ὅπου οὐκ ἔστι σὰρξ
δι’ ἧς ὁ Ἐχθρὸς μυκτηρίζεται,
ὑπὸ τῆς ἀσθενείας αὐτῆς ἡττώμενος.
Ἐλέησόν με, ὁ Θεός,
κατὰ τὸ μέγα ἔλεός Σου
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου·
ἐὰν γὰρ ἐλεήσῃς με,
θέλω ἀπαλλαγῆναι τῆς οἰκτρᾶς
τῶν παθῶν διαθέσεως,
ἐὰν ἐλεήσῃς με,
ποθῶ τὴν πρὸς τὴν Σὴν ἀγαθότητα
ἄρασθαι ὑπακοήν.
Ἐὰν ποιήσῃς
κατὰ τὸ πλῆθος τῆς χρηστότητός Σου,
λυτρώσεις με·
ἐὰν ἐκχέῃς ἐπ’ ἐμὲ τὴν χρηστότητά Σου,
σωθήσομαι.
Πείθομαι ὅτι δύνασαι, καὶ οὐκ ἀπαγορεύω.
Οἶδα ὅτι νικᾷ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου
τὴν πληθὺν τῶν ἐμῶν ἁμαρτιῶν.
Οἶδα ὅτι πάντας ἠλέησας,
καὶ ἐλεεῖς τοὺς ἐπιστρέφοντας
ἐξ ὅλης ἰσχύος αὐτῶν.
Ὁμολογῶ κἀγὼ ἀπήλαυσα τῆς χάριτός Σου πολλάκις,
ἀλλὰ μετὰ ταῦτα ἀθετήσας τῆς χάριτός Σου
ἥμαρτον ὡς οὐδείς.
Ἀλλ’ ὁ νεκροὺς ἐγείρας,
ἔγειρον κἀμὲ νεκρὸν ὄντα τῇ ἁμαρτίᾳ,
καὶ ὁ τυφλοὺς θεραπεύσας,
φώτισον τοὺς ἐσκοτισμένους ὀφθαλμοὺς
τῆς καρδίας μου.
Ὁ ἐκ στόματος τοῦ Ὄφεως τὸν Ἀδὰμ λυτρωσάμενος,
ἔκσπασόν με ἐκ τοῦ βορβόρου τῶν ἀνομιῶν μου·
ἐπεὶ πρόβατόν εἰμι Σόν,
καὶ λεοντόβρωτον γέγονα
διὰ τὰ ἐμὰ θελήματα.
Κύων γέγονα ταῖς ἁμαρτίαις,
ἀλλ’ υἱὸς γενήσομαι,
ἰαθεὶς τῇ χάριτί Σου.
Ἀπεβλήθην ὡς λεπρός,
ἀλλ’ ἐὰν θελήσῃς καθαρισθήσομαι.
Οἶδα ὅτι μετὰ τὴν γνῶσιν ἥμαρτον,
ἀλλ’ ἔχω τοὺς Ἁγίους Σου ὑπὲρ ἐμοῦ πρεσβεύοντας.
Ὑπερβάλλω πάντας ταῖς ἁμαρτίαις, ἐπίσταμαι,
ἀλλ’ οὐχ ἡττᾶται ἡ χρηστότης Σου.
Ὁ δεδωκὼς τῷ τελώνῃ τὸ προτέρημα,
δῴης κἀμοὶ πλείονα πεποιηκότι κακά.
Σύ, Κύριε, τὸν Ζακχαῖον ἠλέησας ὡς ἄξιον,
ἐμὲ δὲ ἐλεήσεις ἀνάξιον ὄντα.
Λύκος ἦν ὁ Παῦλος ποτέ,
διώκων τὰ πρόβατα τῆς ποίμνης Σου·
θηρίον ὑπῆρχε τὰ πρόβατα διασπῶν,
καὶ γέγονε ποιμὴν τῇ χάριτί Σου
θεραπεύων τὰ πρόβατα.
Καὶ οἶδα ὅτι αὐτὸς ἐν ἀγνοίᾳ ἐποίησε τὴν ἁμαρτίαν·
καὶ ὡς ἀγνοήσας
ἀφέσεως ἔτυχε καὶ πλείονος χάριτος.
Ἀλλὰ Σύ, Κύριε,
κρίνας τὴν ἐμὴν ἐν γνώσει ἁμαρτίαν,
ἐλεήσεις τῇ ὑπερβαλλούσῃ Σου χάριτι.
Οἴμοι, οἴμοι!
Αἰδοῦμαι τοὺς νῦν αἰδουμένους με,
μὴ τότε αὐτοὺς αἰσχυνθῶ
διὰ τὰς κρυπτάς μου ἁμαρτίας.
Αἰσχύνομαι τοὺς γεννήσαντάς με,
μὴ τότε κατακρινοῦσί με
τὸν ἐπηγγελμένον τὰ ὑπὲρ τὸν βίον.
Ὡς ἐκείνην βούλομαι τὴν χήραν γενέσθαι,
ἥτις ἐπὶ πολὺ ὀχλήσασα τῷ κριτῇ,
τοῦ σκοποῦ ἐπέτυχε·
καὶ ὡς ὁ φίλος ὁ ἀναιδὴς θέλω ὀφθῆναι
πρὸς Σὲ τὸν ὑπεράγαθον καὶ μόνον ∆εσπότην,
ἵνα ἐπιστρέψῃς ψυχὴν ἐν ἁμαρτίαις αἰχμαλωτισθεῖσαν.
Ἐκεῖνος ἄρτον ἐζήτει εἰς παραμυθίαν,
ἐγὼ δὲ ψυχῆς λυσίπονον·
ἐκεῖνος τροφὴν σαρκὸς ᾔτησεν,
ἐγὼ δὲ ψυχῆς ἀνάκτισιν.
Εἰσάκουσον ὡς ἀγαθὸς καὶ ὑπεράγαθος
φωνῆς τοῦ κλαυθμοῦ τῶν δακρύων μου,
καὶ ἐπίστρεψόν με,
ἵνα ποιήσω καρπὸν μετανοίας.
∆ρόσισόν μου τὸν καύσωνα τοῦ συνειδότος.
Ἀνακαίνισόν με
παλαιούμενον τοῖς πάθεσι τῆς ἁμαρτίας,
ὅπως τῆς δουλείας τούτων ἀπαλλαγεὶς
ἀναπνεύσω ἡδέως τὸν τῆς ἐλευθερίας ἀέρα,
καὶ μετὰ χαρᾶς καὶ εὐφροσύνης
δοξάσω τὴν Σὴν ἀγαθότητα.
Οἶδας, ὦ ∆έσποτα,
ὅτι ἀπὸ μικροῦ πόνου τῆς ψυχῆς μου
τολμῶ ταῦτα φθέγγεσθαι ἐνώπιόν Σου.
Οἶδα κἀγὼ ὁ ἁμαρτωλὸς ὅτι εὔσπλαγχνος εἶ, Κύριε,
καὶ θέλεις μεταβληθῆναί με,
ἀλλὰ τὸν καρπὸν ποθεῖς τῆς ἐμῆς προαιρέσεως,
καὶ ἕτοιμος εἶ εἰς τὸ ἐλεῆσαί με,
ἀλλὰ περιμένεις τὴν ἐμὴν διάθεσιν·
ἐλεῶν γὰρ διδάξαι βούλει με,
καὶ συγγινώσκων θέλεις με κτήσασθαι
κοινωνὸν τῆς Σῆς βασιλείας.
Φεῦ τῆς ἐμῆς ἀναισθησίας!
Φεῦ τῆς ἐμῆς ἀθλιότητος!
Ὦ παχεῖα καὶ γεώδης ψυχή!
Ὦ καρδία διεστραμμένη!
Ὦ στόμα πλῆρες πικρίας!
Ὦ λάρυγξ τάφος ἀνεῳγμένος!
Τί οὐ μέμνησαι τὴν ἀπαραίτητον ὁδὸν τοῦ χωρισμοῦ σου, ψυχή;
Τί οὐχ ἑτοιμάζῃ πρὸς τὴν αὐτὴν πορείαν;
Τί ἀνηλεῶς χρᾷ τῇ σῇ ἀπωλείᾳ;
Τί ἐπισπᾷς ἑαυτῇ τὰς αἰωνίους τιμωρίας;
Τί ποιεῖς, ὧ ψυχή, διάγουσα ὡς ἄλογον ἀσύνετον;
Οἴμοι, πῶς τοῦ φωτὸς προαιροῦμαι τὸ σκότος!
Πῶς τῆς ζωῆς προτιμῶ τὸν θάνατον!
Πῶς τῆς σήμερον οὔσης ἡδονῆς
καὶ αὔριον οὐκ οὔσης τῶν αἰωνίων
καὶ ἀπορρήτων ἀγαθῶν προηγοῦμαι!
Οἴμοι, πῶς τῆς ἡλιομόρφου ἐκείνης στολῆς
τὴν σκοτεινὴν καὶ μέλαιναν
ἀμφιέννυσθαι προαιροῦμαι!
Πῶς τῆς βασιλείας προτιμῶ
τὴν ζοφερὰν τοῦ ᾅδου ἐνοίκησιν!
Οἴμοι τῷ ἁμαρτωλῷ,
ὅτι ἐγὼ μόνος ἐν γνώσει ἑκὼν τραυματίζομαι!
Ἐλθὲ εἰς σεαυτήν, ψυχή.
Φοβήθητι τὸν Θεόν.
Θεράπευσον αὐτὸν ἐν πάσαις ταῖς ἀρεταῖς,
ἵνα μὴ δέξῃ ἐκ τῆς χειρὸς αὐτοῦ διπλᾶς τὰς τιμωρίας.
Πόθησόν σου τὸν Θεόν,
καὶ πορεύου εἰς τὴν ὁδὸν αὐτοῦ εὐγενῶς.
Σύνες, ὦ ψυχή,
ὅτι ὁ αἰὼν οὗτος σκάμματι ἔοικε,
καὶ ὁ ∆ράκων ὁ ἰσχυρὸς πάντως ἀγωνίζεται νικῆσαι.
Ὑπό τινων μὲν νικᾶται καὶ καταπατεῖται,
τινὰς δὲ αὐτὸς νικᾷ καὶ καταπατεῖ.
Ὑπό τινων καταβάλλεται καὶ μυκτηρίζεται,
τινὰς δὲ αὐτὸς καταβάλλει καὶ μυκτηρίζει.
Οἱ μὲν διὰ τῆς πλάνης αὐτοῦ ἡττῶνται,
οἱ δὲ διὰ τῆς πάλης αὐτοῦ στεφανοῦνται·
οἱ μὲν διὰ τῆς πικρότητος αὐτοῦ,
τῆς τερπνότητος τῆς αἰωνίου ζωῆς ἐπιτυγχάνουσιν,
οἱ δὲ διὰ τῆς γλυκύτητος αὐτοῦ,
τὴν πικρότητα τῆς αἰωνίου κολάσεως εὑρίσκουσιν·
οἱ μὲν διὰ τῆς εἰς ἄκρον ἀκτημοσύνης
εὐχερῶς αὐτοῦ περιγίνονται,
τῶν δὲ διὰ τὴν περιβολὴν τῶν γηΐνων
εὐχερῶς αὐτὸς περιγίνεται.
Τοῖς μὲν ποθοῦσι τὸν Θεὸν ἐξ ὅλης ψυχῆς,
ὁ πόλεμος αὐτοῦ ὡς οὐδέν ἐστι,
τοῖς δὲ ποθοῦσι τὸν κόσμον,
ὁ πόλεμος αὐτοῦ δυσχερὴς καὶ ἀβάστακτος.
Σύνες, ψυχὴ ἀθλία,
ὅτι ἡ χαρὰ τοῦ αἰῶνος τούτου
καὶ ἡ τρυφὴ καὶ ἡ ἄνεσις ἀνάμεστοι λύπης
καὶ πικρότητός εἰσιν·
αἱ δὲ θλίψεις καὶ ἡ νηστεία
καὶ ἡ κακοπάθεια χαρὰν ἀνεκλάλητον
καὶ ζωὴν αἰώνιον προξενοῦσιν.
Ἐπίστρεψον, ὦ ψυχή.
Ἀγώνισαι ἐν ἡσύχῳ, ἵνα,
ὅταν ἔλθῃ ἡ ὥρα τοῦ θανάτου καὶ χωρισμοῦ,
μὴ εὕρῃ σε ἀνέτοιμον.
Ἐννόησον, ὦ ψυχή μου,
εἰς τὴν σὴν κλῆσιν καὶ εἰς τὸ σὸν πολίτευμα,
πῶς πορεύῃ.
Ἕνεκεν τίνος, καὶ ἕως πότε
σὺ λυπῇ καὶ στενάζεις, ὦ ψυχὴ ἐλευθέρα!
Οἱ πάντες εἰς τέλος ἦλθον τῶν γηΐνων,
καὶ εἰς τὴν σὴν ἀμεριμνίαν τέλος φθάσει.
Κατανύγηθι καὶ πρόσπεσον.
Ἱλέωσαι τὸν πανοικτίρμονα Θεόν,
ὅπως σε λυτρώσῃ πάντων τῶν ἐνόντων σοι λυπηρῶν.
∆ιὰ πρεσβειῶν πάντων τῶν Ἁγίων
τῶν ἀπ’ αἰῶνος Αὐτῷ εὐαρεστησάντων·
ὅτι Αὐτῷ πρέπει πᾶσα δόξα καὶ τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἑσπερινὴ Εὐχὴ Παρασκευῆς
Ψυχὴ τεθλιμμένη προσέρχεταί Σοι, ἅγιε ∆έσποτα,
καὶ μετὰ δακρύων ἐντυγχάνει Σοι
περὶ τοῦ λυμεῶνος ἐχθροῦ,
καὶ μετὰ ταπεινώσεως προσπίπτει δεομένη Σου
περὶ τοῦ θλίβοντος αὐτὴν ἀντικειμένου.
Ἐπὶ οὖν ἀναιδῶς Σοι προσέρχεται,
ἐπάκουσον αὐτῆς ἐν τάχει,
καὶ καταφυγοῦσαν πρὸς Σὲ ποθεινῶς,
ἐπίσκεψαι αὐτὴν ἐπιμελῶς.
Ἐὰν ὑπερίδῃς αὐτὴν τεθλιμμένην,
ἀπώλετο·
ἐὰν βραδύνῃς ἐπακοῦσαι αὐτῆς συνεχομένης,
ἐξέλιπεν.
Ἐὰν δὲ διὰ τοὺς οἰκτιρμούς Σου ἐπισκέψῃ αὐτήν,
εὑρίσκεται·
ἐὰν ἐπιβλέψῃ ἐπ’ αὐτήν,
σῴζεται·
ἐὰν ἐπακούσῃς αὐτῆς,
ἐνδυναμοῦται.
Μὴ ὑπερίδῃς αὐτήν,
ἵνα μὴ ὑπολάβῃ ὁ Ἐχθρός,
ὅτι ἀποστάσιον δέδωκας αὐτῇ,
καὶ ἀπέπεμψας αὐτήν.
Μὴ μνησθῇς τῶν κακίστων μου παροξυσμῶν,
ὧν ἐγὼ παρώξυνα τὴν χάριν Σου,
ὦ ∆έσποτα ἐλεῆμον,
καὶ μὴ ποιήσῃς κατὰ πάντα τὰ ἔργα μου,
ἀλλὰ μᾶλλον δώρησαί μοι τῷ ἁμαρτωλῷ
χρόνον μικρόν,
ἵνα εὕρω καιρὸν μετανοίας ἀληθινῆς,
φιλάνθρωπε ἀγαθέ.
Ἐβάστασεν ἡ χάρις Σου
νεότητος ἁμαρτίας καὶ ἀνομίας πλῆθος πολύ,
καὶ νῦν βαστάσοι ἀθέτησιν,
παροξυσμόν, προπέτειαν.
Ἐγὼ αὐτὸς ἐπίσταμαι, Κύριε,
ὅτι ὤμοσας κατὰ Σεαυτοῦ,
ὅτι οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ,
ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν,
ἀλλὰ μᾶλλον τὸ σωθῆναι ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ
ἐν τοῖς Σοῖς οἰκτιρμοῖς.
Ἡ χάρις Σου, ∆έσποτα φιλόψυχε,
καθ’ ἑκάστην νικᾶται ἐκ τῶν ἰδίων
σπλάγχνων καὶ οἰκτιρμῶν
ἐλεῆσαι καὶ σῶσαι τοὺς ποθοῦντάς Σε.
Ἐπισκέπτεταί μου τὴν καρδίαν αὐτὴ συνεχῶς,
καὶ ἐὰν εὕρῃ ἀνάπαυσιν, εἰσιοῦσα κατοικεῖ ἐν αὐτῇ·
ἐὰν δὲ μὴ εὕρῃ αὐτὴν καθαράν, ἀφίσταται εὐθέως.
Πάλιν δὲ οἱ οἰκτιρμοί Σου ἀναγκάζουσιν αὐτὴν ἐλθεῖν,
καὶ ἐπισκέψασθαί με τὸν ἀνάξιον·
ἐγὼ δὲ ὁ τάλας εἰμὶ τῇ προαιρέσει τρεπτός,
οὐχὶ δὲ κατὰ φύσιν.
Εὑρίσκομαι ἀεὶ μετέωρος καὶ χαῦνος καὶ πονηρός.
Παρορῶ μου τὸν νοῦν ἀπὸ ῥᾳθυμίας,
καὶ ἐνθυμίζει μου ὁ ἐχθρὸς ἐνθυμήσεις πονηράς,
ἀσελγείας μυσαράς, γυναῖκας εὐειδεῖς.
Γλυκαίνει μου τὸν νοῦν,
καὶ μολύνει μου τὴν ψυχήν,
καὶ πολλάκις ἐν ταῖς πρότερόν μου
ἀνομίαις πάλιν εὑρίσκομαι,
κείμενος ὡς ἐν βορβόρῳ ἐν τοῖς ῥυπαροῖς λογισμοῖς.
Ἐλθοῦσα δὲ ἡ χάρις Σου ἐν τῇ ἐμῇ καρδίᾳ,
εὑρίσκει δυσωδίαν διὰ τῶν ῥυπαρῶν λογισμῶν,
καὶ ἀφίσταται εὐθέως,
μὴ εὑροῦσα εἴσοδον εἰσελθεῖν
καὶ κατοικῆσαι εἰς ἐμέ, καθὼς θέλει.
Πλὴν νύσσει μου τὴν καρδίαν γλυκασμῷ φωτεινῷ,
ἵνα ἔλθω εἰς αἴσθησιν,
ὅτι ἐπεσκέψατό με, καὶ οὐχ εὗρεν εἴσοδον,
ἵν’ οὕτω γλυκανθεὶς ἐπιζητήσω αὐτήν.
Οἶδα δὲ ὅτι ὑπὸ τῆς ἰδίας εὐσπλαγχνίας βιαζομένη ἐλεῆσαί με, οὐκ ἀφίσταται ἀπ’ ἐμοῦ παντελῶς.
Ὢ ἀγαθότητος καὶ φιλανθρωπίας Θεοῦ!
Πῶς ποθεῖ καὶ βιάζεται πάντας ἀνθρώπους σωθῆναι!
Φεῖσαι, Κύριε, τοῦ ἀχρείου δούλου Σου.
Φεῖσαι, εὔσπλαγχνε Χριστὲ Σωτήρ,
τοῦ οἰκείου πλάσματος.
Ἐὰν γὰρ μὴ Σύ, Κύριε, συνετίσῃς με τὸν ἄθλιον,
καὶ δῴης μοι φωτισμὸν καρδίας,
οὐ δύναμαι ὑπὸ τῆς πολλῆς μου μοχθηρίας
κατανοῆσαι τὴν ἐμὴν ἀμέλειαν καὶ χαυνότητα.
Ἀλλ’ ἐπειδὴ συνέχομαι
ὑπὸ τοῦ πικροῦ ἐχθροῦ τοῦ θλίβοντός με,
ἀεὶ βοήσω ἐν νυκτὶ καὶ ἡμέρᾳ
πρὸς τὴν Σὴν ἀγαθότητα,
ὅπως ἂν λυτρώσῃς με ἐκ τῶν αὑτοῦ παγίδων,
ὅτι καθ’ ἑκάστην ὥραν ἀνανεοῖ ἐπ’ ἐμὲ
τὰ μηχανήματα αὐτοῦ·
καθ’ ἑκάστην ὥραν πορνικοῖς λογισμοῖς
καὶ ἡδονῶν ἐπιθυμίαις ἐκθλίβει μου τὴν ψυχήν.
Ἡ δύναμίς Σου, Χριστέ,
ἡ ἐπιτιμήσασα κύμασι θαλαττίοις,
ἐπιτιμήσοι αὐτῷ,
ὅπως ἂν καταργηθῇ ἀπ’ ἐμοῦ
τοῦ ἀχρείου δούλου Σου·
σπεύδει γὰρ δεσποτεῦσαι τῆς ἐμῆς διανοίας
ἀπὸ τῆς γλυκύτητος καὶ τῆς καλῆς μελέτης
τῶν ἁγίων Σου ἐντολῶν.
Κατάπεμψον, ∆έσποτα, τὴν χάριν Σου ἐν τάχει,
ἵνα ἀπελάσῃ ἀπὸ τοῦ δούλου Σου
τὸν δράκοντα τὸν μέγαν σὺν πᾶσι τοῖς λογισμοῖς αὐτοῦ τοῖς αἰσχροῖς καὶ πονηροῖς,
ἐπειδὴ τὰ πλήγματα τῶν βελῶν αὐτοῦ
γεγόνασι σαθρὰ σαπήματα ἐν τῇ ἐμῇ καρδίᾳ·
ἐγὼ δὲ παντοιοτρόπως κρύπτω αὐτὰ
ἐν τῇ ἐμῇ ἀφροσύνῃ.
Ἀγαθὸς ἰατρὸς βοᾷ πρὸς ἐμέ·
μισθοὺς οὐ ζητεῖ·
αἵματα οὐκ ἐκχέει.
Ἡ ὀκνηρία μου οὐ συγχωρεῖ μοι
ἀπελθεῖν πρὸς αὐτόν.
Ἔρχεται αὐτὸς τοῦ θεραπεῦσαί με,
καὶ εὑρίσκει με ἐσθίοντα τὰ τραύματα τὰ ἐμά.
Ὅταν φάγω, τότε μεταμελοῦμαι,
ἀλλ’ ἡ μεταμέλειά μου οὐκ ἔστιν ἀληθής.
∆οτὴρ πάντων τῶν ἰαμάτων καὶ πατὴρ τῶν οἰκτιρμῶν
Σὺ εἶ μόνος ὁ Θεὸς ὁ ἀγαθὸς καὶ εὔσπλαγχνος,
ὁ δωρούμενος ἀεὶ ἀγαθὰ τοῖς αἰτοῦσί Σε.
Ἐπειδὴ αὐτὸς ἐγὼ πεπείραμαι συνεχῶς ἀμέτρων Σου ἰαμάτων καὶ δωρεῶν ἀγαθῶν τῶν ἐμοὶ δωρουμένων ἡμέραν καθ’ ἡμέραν.
Ἄμετρον πλάτος ὑπάρχει ἡ χάρις τῶν ἰαμάτων Σου,
∆έσποτα,
καὶ πᾶσι τοῖς προσερχομένοις Σοι παρέχει ἴασιν·
καὶ γὰρ τὰ ἐμὰ τραύματα συνεχῶς ἰῶνται
διὰ τῶν Σῶν οἰκτιρμῶν·
καὶ πάλιν σαθροῦνται διὰ τὴν ἐμὴν ἀμέλειαν.
Χάριν τούτων ἀδεῶς ἱκετεύω τὴν Σὴν ἀγαθότητα, ἀνεξίκακε Κύριε,
ὅπως ἔλθῃ ἐπ’ ἐμὲ συνήθως ἡ χάρις Σου,
καὶ ἐπισυνάξῃ τὴν ἐμὴν διάνοιαν,
καὶ ἰάσηται πάλιν τὰ δεινά μου τραύματα.
Ἰδοὺ γὰρ οἱ περισπασμοὶ καὶ αἱ μέριμναι
τοῦ προσκαίρου καιροῦ ἀδολεσχοῦσι
καὶ ἀμεριμνοῦσιν ἀπ’ ἐμοῦ τὰ ἀγαθά Σου τὰ αἰώνια·
Αὐτὸς δὲ μακροθύμησον ἐπ’ ἐμοί.
Οὔτε οὐρανὸς οὔτε γῆ δύνανται ἀποδοῦναι ἀξίας ἀμοιβὰς ἀντὶ Σῶν ἰαμάτων καὶ χαρισμάτων·
τιμὴν γὰρ οὐκ ἔχουσιν ἐπάξιον ἀποδοῦναί Σοι.
∆ιὰ δακρύων χαρίζεις αὐτά,
καὶ διὰ κλαυθμοῦ πικροῦ αἰώνιον τρυφήν.
Ὦ δύναμις δακρύων, πόσα ἰσχύεις!
∆ώρησαί μοι, Κύριε,
τῷ ἀναξίῳ δούλῳ Σου δάκρυα μετανοίας,
ἵνα πλύνω τὰς ἁμαρτίας μου,
ἵνα φωτισθῇ ἡ καρδία μου,
ὅπως ἂν ἐξαλειφθῇ τὸ μέγα μου γραμματεῖον
ἐν δάκρυσιν ὀλίγοις,
καὶ κατασβεσθῇ δι’ ὀλίγου κλαυθμοῦ
τὸ πῦρ τὸ δι’ ἐμὲ καιόμενον·
οἳ γὰρ ἐνταῦθα κλαύσουσι,
ῥυσθήσονται τῶν αἰωνίων κλαυθμῶν.
Ἰδοὺ γὰρ συνάγω τοὺς λογισμούς μου πανταχόθεν,
καὶ οὔπω ἠλευθερώθην ἀπὸ τῶν ἐνεργειῶν
τῶν πονηρῶν πνευμάτων τῶν μελλόντων με
κωλύειν διὰ τούτων ἐν τῷ ἀέρι·
οὔπω ἔγνων τὸ βάρος
τοῦ πλήθους τῶν ἁμαρτιῶν μου·
οὔπω ἠλευθερώθην ἀπὸ τῶν αἰτιῶν τῆς γεέννης.
Τὰ ἕλκοντα εἰς αὐτὴν ἔτι καρποφοροῦσιν ἐν ἐμοί,
καὶ πάντα τὰ ἔργα αὐτῆς κινοῦνται ἐν τῇ καρδίᾳ μου.
Οἱ καταποντίζοντές με εἰς αὐτὴν
ἔτι καρποφοροῦσιν ἐν τῇ σαρκί μου.
Ἕως πότε ὁ τάλας μεθύω ἄνευ οἴνου,
καὶ ἀμελῶ ὡς ξένα τὰ ἐμά;
Ὡς δοῦλος πονηρὸς τοῦ κυρίου αὐτοῦ,
οὕτως ἐπιβουλεύομαι τῆς ἐμῆς σωτηρίας,
καὶ ὡς ἂν ὑπελάμβανεν ἕτερος τοὺς ἐμοὺς πόνους,
οὕτως οὐ θέλω ἀγρυπνῆσαι.
Καθ’ ἑκάστην παροξύνω τὴν Σὴν μακροθυμίαν.
Πρὸ ὀφθαλμῶν ἔχω τὴν ἐμὴν πικρότητα.
Πάντα μακροθυμεῖς διὰ τὴν πολλήν Σου ἀγαθότητα.
∆ώρησαί μοι, Κύριε, φάρμακον ἐπιστροφῆς,
ἵνα ἰαθῶ τῶν πικρῶν μου τραυμάτων.
∆ώρησαί μοι εἰσελθεῖν εἰς ἐγκρατείας στάδιον.
∆ώρησαί μοι ἐν κατανύξει καρδίας διελθεῖν
πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Φώτισον τοὺς ἐσκοτισμένους ὀφθαλμοὺς
τῆς διανοίας μου,
καὶ φύλαξον αὐτήν,
ἵνα μὴ σκοτίζηται ὑπὸ τοῦ δολίου ἐχθροῦ
τὸ ὀπτικὸν τῆς ψυχῆς μου·
καὶ ἐνδυνάμωσόν με,
ὅπως κἂν μίαν ἑβδομάδα προθύμως ἐργάσωμαι
ἐν τῷ Σῷ ἀμπελῶνι,
ἐπειδὴ ἐξέλιπεν ὁ χρόνος τῆς ζωῆς μου
ἐν ματαιότητι καὶ ἐν λογισμοῖς αἰσχροῖς.
Ὥρα ἑνδεκάτη ἐστὶν
ὁ χρόνος τοῦ βίου μου τοῦ ματαίου.
Κυβέρνησον, Κύριε,
τὸ σκάφος τῆς ἐμῆς πραγματείας,
καὶ δώρησαι σύνεσιν τῷ εὐτελεῖ ἐμπόρῳ,
ἵνα ἐμπορεύσωμαι τὴν ἐμαυτοῦ πραγματείαν,
ἕως καιρός ἐστί μοι.
Καὶ γὰρ τοῦ σκάφους ὁ πλοῦς ἤδη ἔφθασεν εἰς τέλος.
Μέγας χειμών ἐστι,
καὶ ὁ καιρὸς προσκαλεῖταί με τὸν μετέωρον·
δεῦρο δεῖξον, ὀκνηρέ,
πᾶσαν ἐμπορίαν τοῦ χρόνου τῆς ζωῆς σου.
Καὶ ὥρα θανάτου φοβεῖ με τὸν ἄθλιον·
ὥρα γὰρ τοῦ χωρισμοῦ ἦλθε πρὸ ὀφθαλμῶν μου,
καὶ σφόδρα ἐφοβήθην κατανοήσας τὴν ἐμὴν πενίαν.
Ἀντὶ τοῦ χαρῆναί με,
μᾶλλον ἐφοβήθην,
μὴ ποιήσας ἄξια ἔργα πρὸς τὴν χάριν.
Φοβερὰ ὄντως ἐστίν, ὦ ψυχή,
παρουσία θανάτου ἐμπαθέσι
καὶ ἁμαρτωλοῖς καὶ χαύνοις,
καὶ τοῖς μὴ σπουδάζουσι πολιτεύεσθαι ἁγνῶς
ἐν τῷ ματαίῳ βίῳ τούτῳ.
Οἱ μὲν γὰρ ἐργάται καὶ τέλειοι ἀσκηταὶ
ἀγάλλονται ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ,
ὁρῶντες πρὸ ὀφθαλμῶν τὸν κάματον τὸν μέγαν
τῆς αὑτῶν ἀσκήσεως, ἀγρυπνιῶν, νηστειῶν, μετανοιῶν, εὐχῶν, δακρύων, σάκκων.
Σκιρτᾷ αὐτῶν ἡ ψυχή,
ὅτι εἰς ἀνάπαυσιν προτρέπεται
ἀπελθεῖν ἐκ τοῦ οἰκείου σώματος·
λύπη
δὲ σφοδροτάτη ἐστὶν ἡ ὥρα τοῦ χωρισμοῦ ἁμαρτωλοῦ ὁρῶντος πρὸ ὀφθαλμῶν
τὴν αὑτοῦ ἀμέλειαν, καὶ τὴν ἀκρασίαν, καὶ τὴν χαυνότητα,
τὴν ὕλην τῆς πολυκτημοσύνης·
ἀλλ’ οὐ συγχωρεῖται παντελῶς τι φθέγξασθαι·
ἀποτομίᾳ γὰρ κέχρηται τὸ πρόσταγμα.
Ὅση μεταμέλεια τότε τὴν καρδίαν λαμβάνει
τοῦ ἀμελήσαντος ὧδε τῆς ἑαυτοῦ σωτηρίας!
Ὅσος ἐστὶν ὁ βασανισμὸς τῆς ψυχῆς αὐτοῦ κρυπτῶς!
Οἴμοι, ψυχή, οἴμοι!
Ἕνεκεν τίνος ἀμελεῖς σου τῆς ζωῆς;
Ἵνα τί μετέωρος διάγεις τὰς ἡμέρας τῆς ζωῆς σου;
Ἄφνω γίνεται ἡ κλῆσίς σου,
καὶ τί ποιήσεις ἐκεῖ,
ἐνταῦθα ἀμελοῦσα,
ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ ∆ικαστοῦ;
Πῶς κλέπτει σε ὁ Ἐχθρός, καὶ οὐ συνιεῖς;
Πῶς συλᾷ σε τὸν οὐράνιον πλοῦτον,
καὶ ἀγνοεῖς, μετέωρε;
Μακρόθυμε, ἀντιλαβοῦ μου, Υἱὲ τοῦ Θεοῦ, ἀναμάρτητε Χριστέ.
∆ώρησαί μοι, Σωτήρ,
τὴν μελέτην τῆς μελλούσης ζωῆς,
ὅπως ἂν μὴ σχῶ ποτὲ ἐν τῇ ἐμῇ καρδίᾳ πλὴν ταύτης τῆς μελέτης, ἵνα τὰ Σὰ θελήματα ἐκτελέσω.
Κἂν ἐν γήρει, τῆς χάριτός Σου συνεργόν με ποίησον,
ἵνα πραγματεύσωμαι καλῶς ἐν ἀργυρίῳ,
ὃ αὐτός μοι δέδωκας, Βασιλεῦ οὐράνιε.
Πῶς ἄρα ἔχω παραστῆναι ὁ μετέωρος ἐγὼ
ἔμπροσθεν τοῦ φοβεροῦ Σου βήματος;
Πῶς ἐγὼ ὁ ἀνυπομόνητος καὶ ἄκαρπος σὺν τελείοις εὑρεθῶ τοῖς ποιήσασιν ὧδε καρπὸν δικαιοσύνης;
Ἐν ποίᾳ διαγωγῇ γνωρισθῶ,
ὅταν οἱ Ἅγιοι γνωρίζωσιν ἀλλήλους
ἐν παστοῖς οὐρανίοις;
Ὅσιοι, δίκαιοι, σώφρονες, ταπεινοί,
ἐν φωτὶ ἀδύτῳ πορεύονται·
ἁμαρτωλοί, φαῦλοι, ὑπερήφανοι,
ἀλαζόνες, σπαταλῶντες ἀμερίμνως,
ἐν πυρὶ αἰωνίῳ καὶ ἀκατασβέστῳ.
Ὦ ψυχὴ ἀσύνετε, ὦ ψυχὴ ἀναίσθητε,
ὦ ψυχὴ μισήσασα τὴν σεαυτῆς ζωὴν αἰώνιον!
Ἕως πότε περισπασμοὶ σύρουσί σε ἐπὶ τῆς γῆς;
Ἕως πότε ἡ κακὴ συνήθεια τῶν πονηρῶν λογισμῶν ἕλκει σε;
Οὐκ οἶδας ὅτι οἱ πονηροὶ λογισμοὶ ὡς νέφη γίνονται σκοτεινὰ ἔμπροσθέν σου τοῦ μὴ νήφειν πρὸς Θεόν;
Καὶ σὺ μὲν προσδοκᾷς ἐν ἀμελείᾳ
ὅτι βραδύνει ἐλθεῖν ὁ οὐράνιος Νυμφίος·
ἀλλ’ ὡς ἀστραπὴ γενήσεται ἡ αὑτοῦ παρουσία.
Προσδοκᾷς ἐν τῇ σῇ ἀμελείᾳ ὅτι βραδύνει εἰσελθεῖν ἡ τελευτή σου, ἀλλ’ ὡς ἀστραπὴ εἰσέλθῃ σοι.
Γρηγόρησον, ὦ ψυχή μου, ἐν ὥρᾳ τοῦ πολέμου.
∆εήθητι τοῦ Θεοῦ ἐν δάκρυσιν εὐχομένη.
Βόησον ἐξ ὅλης σου καρδίας,
βόησον μετὰ πόνου καρδίας,
ὅπως εὕρῃ σε εἰς ἐπιστροφήν.
Καὶ εὐθὺς καταπέμψει εἰς τὴν σὴν βοήθειαν Ἄγγελον οἰκτίρμονα, καὶ ῥύσεταί σε ἐξ αὐτοῦ τοῦ πολέμου
καὶ τῆς συγχύσεως τοῦ Ἐχθροῦ.
Ἱλάσθητί μοι, Κύριε, τῷ ἁμαρτωλῷ,
καὶ συγχώρησόν μοι τὰς ἁμαρτίας μου,
καὶ ἐπίστρεψόν με,
πρὸ τοῦ ἐλθεῖν τὸ πρόσταγμα τὸ φοβερόν,
καὶ λαβεῖν με ἀνέτοιμον καὶ ᾐσχυμμένον.
Πρεσβείαις τῆς παναχράντου ∆εσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας,
καὶ πάντων τῶν Ἁγίων·
ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἑσπερινὴ Εὐχὴ Σαββάτου
Νῦν, ἔτι καὶ σήμερον,
κατῃσχυμμένῳ προσώπῳ καὶ εἰς γῆν νεύοντι,
τολμῶ λαλῆσαι πρὸς τὸν ∆εσπότην τῶν Ἀγγέλων
καὶ ∆ημιουργὸν τῶν ἁπάντων·
ἐγὼ δὲ εἰμὶ γῆ καὶ σποδός·
ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ·
σκώληξ ἀληθῶς καὶ οὐκ ἄνθρωπος,
κατεγνωσμένος ὤν,
ὅλως κατώδυνος καὶ κατηφείας πλήρης.
Πῶς ἀτενίσω πρὸς τὴν Σὴν ἀγαθότητα, ∆έσποτα;
Ἐν ποίᾳ καρδίᾳ, ἐν ποίῳ συνειδότι;
Ποίαν γλῶτταν ἀσεβῆ
καὶ μεμολυσμένην τολμήσω κινῆσαι;
Πῶς δὲ τὴν ἀρχὴν ποιήσω τῆς ἐμῆς ἐξομολογήσεως;
Ὑπὲρ τὸ μέτρον ὁ τάλας τὸ ὄνομά Σου παρώξυνα, καὶ ὑπὲρ τὸν ἄσωτον ἀσώτως ἐβίωσα.
Τὸ γὰρ ἐν ἐμοὶ κατ’ εἰκόνα Σου μολύνας ἠχρείωσα,
καὶ τὴν φωνὴν τῶν προσταγμάτων Σου οὐκ ἐτήρησα.
Ποίων μου ἁμαρτιῶν ἄφεσιν
ὁ ἁμαρτωλὸς πρότερον αἰτήσω;
Τῶν ἐν γνώσει ἀσυγκρίτως ἀσυγγνώστων,
ἢ τῶν ἐν παραβάσεσι τῶν ἁγίων Σου ἐντολῶν,
ἢ τῶν ἐν συγκαταθέσεσι τῶν πονηρῶν λογισμῶν;
Οἶδα, Κύριε, ὅτι διὰ τοὺς πολλοὺς μολυσμοὺς
τῆς ψυχῆς μου καὶ τὴν ἀκαθαρσίαν μου
οὐκ εἰμὶ ἄξιος τῆς Σῆς φοβερᾶς ἐπικλήσεως.
Οὐ δύναμαι στῆναι εἰς προσευχὴν ἐνώπιόν Σου·
οὐ δύναμαι ἀτενῖσαι καὶ ἰδεῖν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ,
ὅτι ταῖς ἀτόποις ἐπιθυμίαις θύραν ἀνοίξας,
καὶ ἀλόγοις καὶ ἀτάκτοις ὁρμαῖς χρησάμενος,
τὴν ταλαίπωρόν μου ψυχὴν τοῖς πάθεσι κατεμόλυνα·
ὅτι κατεπόθην τῇ ἅλμῃ τῶν ἡδονῶν τῆς πικρίας·
ὅτι μοχθηρίᾳ γνώμης τὸν χιτῶνα τῆς ψυχῆς μου ἐσπίλωσα·
ὅτι ὅλος ἐφυράθη ὁ νοῦς μου
τοῖς λογισμοῖς τῶν δαιμόνων·
ὅτι διὰ τῶν ἔργων μου πάντων καὶ λογισμῶν παρεπίκρανα καὶ ἀεὶ πικραίνω τὴν Σὴν ἀγαθότητα, τὸν δὲ ἐχθρόν μου
καὶ πολεμοῦντά με ἀεὶ ἐπισπῶμαι καὶ θεραπεύω.
Ἐλέγχει μου τὴν διάνοιαν ἡ ἐμὴ συνείδησις.
Καταισχύνω τὸ πρόσωπόν μου.
Ἐν τῇ καρδίᾳ μου αὐτοκατάκριτός εἰμι
πρὸ τῆς ἀποκειμένης μοι κρίσεως.
Ἔχω θριαμβεύουσάν με τὴν προσοῦσάν μοι ἀσωτίαν, ὅτι ἀεὶ τῷ βορβόρῳ τῆς γαστριμαργίας ἐγκαλινδοῦμαι·
ἔχω στηλιτεύουσάν με τὴν φαύλην μου πολιτείαν,
ὅτι ἀεὶ ταῖς ἡδοναῖς ἀμαυροῦμαι·
ἔχω καταισχύνουσάν με τὴν παροῦσάν μου γύμνωσιν, ὅτι ἀεὶ τὴν δυσωδίαν τῶν παθῶν ἀναμάττομαι,
ἀεὶ τοῖς ῥυπαροῖς λογισμοῖς καταχραίνομαι.
Παιδιόθεν ἐγενόμην σκεῦος
τῆς φθοροποιοῦ ἁμαρτίας,
καὶ νῦν καθ’ ἑκάστην ἀκούων περὶ κρίσεως
καὶ ἀνταποδόσεως,
οὐ βούλομαι ἀντιστῆναι τῆς σαρκὸς ταῖς ἐπιθυμίαις,
ταῖς ἀντιστρατευούσαις κατὰ τῆς ψυχῆς μου,
ἀλλὰ πάντοτε ὁ δείλαιος ἐν γνώσει ἁμαρτάνω,
πάντοτε πλανῶμαι,
πάντοτε αἰχμαλωτίζομαι,
πάντοτε καταισχύνομαι.
∆ιὸ πτωχὸς καὶ δυσειδής, Κύριε,
καὶ ἔρημος τῆς Σῆς χάριτος γίνομαι.
Οἴμοι, Κύριε,
ὅτι τὴν μακροθυμίαν Σου κακῶς ἐδαπάνησα!
Οἴμοι, ὅτι ἐν πολλοῖς ἔτεσιν ἐλύπησα
τὸ Πνεῦμά Σου τὸ Ἅγιον!
Οἴμοι, ὅτι ὁ χρόνος τῆς ζωῆς μου παρέδραμεν
ἐν πάσῃ ματαιότητι!
Ἀλλά, Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃ με,
μὴ δημοσιεύσῃς τὰς μυσαράς μου ἁμαρτίας
καὶ αἰσχρουργίας, ἐν τῷ παγκοσμίῳ θεάτρῳ,
πᾶσιν Ἀγγέλοις καὶ ἀνθρώποις,
εἰς ἐμὴν αἰσχύνην καὶ κατάκρισιν αἰωνίαν·
αἴτιος γὰρ ὑπάρχω πάσης αἰσχύνης καὶ κατακρίσεως.
Πῶς θρηνήσω τὴν τύφλωσιν τῆς ἐμῆς ψυχῆς!
Πῶς θρηνήσω τὴν τοσαύτην μου ἄγνοιαν!
Πῶς θρηνήσω τὴν οὕτως ἐμπαθῆ καὶ ἀμετανόητόν μου προαίρεσιν!
Σήμερον οἱ ἀσκηταὶ ἀναπαύονται
τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος,
ἐγὼ δὲ ταράττομαι
τὴν ἐξ ἀμελείας πτωχείαν μου ἀναλογιζόμενος.
Σήμερον εὐφραίνονται ἀποκαλυπτόμενοι
ὑπ’ Aὐτοῦ τὰ ἀπόρρητα,
ἐγὼ δὲ καταισχύνομαι,
ὅτι πάσης ἀρετῆς ξένος πέφυκα.
Σήμερον ἀγάλλονται,
ὁρῶντες ὑπ’ Aὐτοῦ
τοὺς θησαυροὺς τῶν μισθῶν αὐτῶν,
ἐγὼ δὲ κλαίω πικρῶς,
ὅτι παρασυνεβλήθην τοῖς κτήνεσι τοῖς ἀνοήτοις
καὶ ὡμοιώθην αὐτοῖς.
Γυμνὸς ἐγενόμην ὁ τάλας τῇ ἐμῇ ῥᾳθυμίᾳ, ἐπειδὴ ἀλλότριός εἰμι ἀπὸ τῶν ἐν προσευχῇ καὶ ἀγρυπνίᾳ.
Ἐπίβλεψον, ∆έσποτα, ἐν ἐλέει ἐξ ὕψους ἁγίου Σου.
Ἴδε τὸ ἀδιόρθωτον τῆς ἐμῆς ἀθλίας ψυχῆς,
καὶ οἷς ἐπίστασαι κρίμασιν ἐλεήσας διόρθωσόν με.
Ὡς ἐνώπιον τοῦ ἁγίου θρόνου τῆς δόξης Σου παριστάμενος,
ὡς τῶν ἀχράντων Σου ποδῶν ἐφαπτόμενος,
οὕτω δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμμένης καρδίας.
Ἐλέησόν με, ἐλεῆμον, τὸ ποίημά Σου·
ἐπίστρεψόν με δωρεὰν τῇ Σῇ χάριτι.
Οἷδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ Σοι οὐδέν.
Μὴ ἀναμένῃς τὴν ἐμὴν διεφθαρμένην προαίρεσιν,
ὅτι οὐκ ἔχω προθυμίαν εἰς τὸ διορθώσασθαι ἐμαυτόν.
Κλαύσατε ἐπ’ ἐμέ, πᾶσα φύσις ὁρατὴ καὶ ἀόρατος, τὸν ἐν ἁμαρτίαις καὶ πάθεσι καταγηράσαντα.
Κλαύσατε ἐπ’ ἐμὲ τὸν δῆθεν διὰ τοὺς ὁρῶντάς με σωφρονοῦντα, ἔσωθεν δὲ ἀεὶ πορνεύοντα.
Ὦ ψυχὴ ἀθλία,
ἤγγικέ σου ἡ ἐκ τοῦ σώματος διάλυσις!
Ἵνα τί εὐφραίνῃ εἰς ἀλλότριά σοι θεωρήματα,
ἃ μέλλεις καταλεῖψαι, καὶ μέλλεις στερηθῆναι;
∆ιαλογίζου ἃ ἔπραξας, πῶς καὶ τίνα εἰσί·
μετὰ τίνος διήνυσας τὰς ἡμέρας τῆς ἐργασίας σου
καὶ γεωργίας, καὶ τίνα εὔφρανας ἐν τῇ σῇ παλαίστρᾳ, ἵνα πρὸς ὑπάντησίν σου ἐξέλθῃ ἐν τῇ ὥρᾳ τῆς ἐξόδου σου·
τίνα εὔφρανας ἐν τῷ σῷ δρόμῳ,
ἵνα ἐν τῷ λειμῶνι αὐτοῦ ἀναπαυθῇς·
τίνος δὲ χάριν ἐκοπίασας,
ἢ ἐν ἀγρυπνίᾳ ἐταλαιπώρησας,
ἵνα φθάσῃς αὐτὸν μετὰ χαρᾶς·
τίνα ἐκτήσω φίλον ἐν τῷ μέλλοντι αἰῶνι,
ἵνα σε ὑποδέξηται·
ἐν ποίῳ ἀγρῷ ἐμισθώσω,
καὶ τίς ὁ μέλλων σοι παρασχεῖν τὸν μισθόν·
τίνι ἀγῶνι εὔφρανας τὸν Κύριον,
τὴν Θεοτόκον, τοὺς Ἁγίους, τοὺς γείτονάς σοι.
Νῆψον, ἀθλία ψυχή,
ἵνα μὴ εὑρεθῇς ἐν ὥρᾳ τοῦ χωρισμοῦ
ἐν λύπαις καὶ στεναγμοῖς·
ἵνα μὴ κλαίῃς ἀνωφελῶς εἰς αἰῶνας αἰώνων.
Ἥξουσι τότε ταῦτα πάντα εἰς τὴν σὴν διάνοιαν,
καὶ ἐρεῖς ἐν σεαυτῇ κλαίουσα καὶ ὀδυρομένη δεινῶς·
ἐγὼ ταῦτα καθ’ ὥραν ἅπαντα ἐμιμνῃσκόμην,
ἀλλ’ οὐκ ἐφρόντισα τῆς ἐμῆς σωτηρίας.
Ἴδε, ∆έσποτα Χριστὲ Σωτήρ, πηγὰς δακρύων ἐμῶν, καὶ συντρίμματα καὶ στεναγμοὺς τῆς ἀναξίας μου ψυχῆς·
καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός Σου
πρὸ τοῦ ἐλθεῖν τὸ πρόσταγμα τὸ φοβερὸν
καὶ λάβῃ με ἀνέτοιμον καὶ ᾐσχυμμένον.
Πέμψον δύναμιν ὑπὲρ τὴν δύναμίν μου
τοῦ ἐπιστρέψαι με καὶ ζῆν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ κατὰ τὸ Σὸν ἅγιον θέλημα.
Ἁγίασόν μου τὴν καρδίαν,
σπήλαιον καὶ κατοικητήριον γενομένην τῶν δαιμόνων.
Ἁγιασθήτω ἐπ’ ἐμοὶ τὸ φοβερὸν
καὶ πανάγιον ὄνομά Σου.
Οὐκ ἤμην ποτὲ ἐγὼ ἐπὶ τῆς γῆς.
Ἔδοξε δέ Σοι, ∆έσποτα,
ἐν τοῖς πολλοῖς Σου οἰκτιρμοῖς
πλάσαι με ἐν κοιλίᾳ μητρὸς ἐμῆς·
καὶ τεχθεὶς τῷ Σῷ ἐλέει,
ἠξιώθην γενέσθαι σκεῦος τῇ Σῇ χάριτι·
καὶ ἐδωρήσω μοι φωτισμὸν πνευματικῆς γνώσεως.
Ἐγὼ δὲ ὁ χαῦνος καὶ ἁμαρτωλὸς
ἠθέτησα καὶ ἀθετῶ χάριτός Σου τὰς δωρεάς.
Ποίας οὖν συγγνώμης εἰμὶ ἄξιος ὁ ἄθλιος ἐγὼ αἰτῆσαι συγχώρησιν, Κύριε,
ὅτι οὐκ ἔχω ἐξομολόγησιν ἀληθινήν;
Πολλάκις γὰρ μετανοεῖν Σοι συνεταξάμην,
καὶ ψεύστης τῆς συνταγῆς ἐγενόμην.
Πολλάκις με ἠλέησας,
κἀγὼ δέ Σε ἠθέτησα.
Πολλάκις με ἐβάστασας,
κἀγὼ πάλιν ὑπέστρεψα.
Πολλάκις με ἀνέστησας,
κἀγὼ πάλιν κατέπεσον.
∆ιὰ τοῦτο τὴν ἀπόφασιν ἐκφέρω κατ’ ἐμαυτοῦ
καὶ ὁμολογῶ
ὅτι ἄξιός εἰμι πάσης κολάσεως καὶ τιμωρίας.
Ποσάκις ἐπληρώθην τῆς παρακλήσεως τῆς χάριτός Σου, φιλάνθρωπε, περισσευόμενος τῇ χαρᾷ,
ἐγὼ δὲ ἀεὶ παροργίζω Σε!
Ποσάκις ἐτελέσθη ἐπ’ ἐμὲ ἡ χάρις Σου, καὶ ἐνέπλησε τὴν πεῖνάν μου, καὶ τὴν δίψαν μου ἀνέψυξε!
Ποσάκις ἐφώτισε τὴν σκοτεινήν μου διάνοιαν,
καὶ ἐπισυνῆξεν ἀπὸ πλάνης τοὺς λογισμούς μου!
Ποσάκις ἐπλούτισε τὴν πενίαν μου,
καὶ ἐδίωξε τὴν σαπρίαν μου,
ἐγὼ δὲ ὁ τάλας πάντοτε αὐτὴν ἀθετῶ!
Ὅλος ἐξίσταμαι τρέμων ταῦτα διενθυμούμενος.
Ὅλος εἰς ἀπορίας καταδύομαι βάθος.
Οὐδὲν ἱκανὸν πρὸς ἀπολογίαν ὁ ταλαίπωρος ἔχω.
Ποσάκις ἐγένετό μοι ἡ χάρις Σου, ∆έσποτα,
ὁδὸς ζωῆς καὶ φωτισμὸς καὶ χαρὰ ἀνεκλάλητος!
Ποσάκις ἐγένετο ἐν τῇ καρδίᾳ τοῦ δούλου Σου
σοφία καὶ κάλλος καὶ δύναμις,
ἄρρητον ὕψωμα καὶ καύχημα καὶ ἐδέσματα γλυκύτερα μέλιτος ἐν στόματι τοῦ δούλου Σου!
Πῶς ἐξείπω τὰς γενομένας μοι δωρεὰς τῆς χάριτός Σου, Κύριε, ἅσπερ ὁ δείλαιος ἐγὼ ἠθέτησα
καὶ ἀθετῶ δι’ ἐμὴν ἀμέλειαν;
∆ιὰ τοῦτο μυρίων κολάσεων ὑπεύθυνος ὑπάρχω, μυρίων δωρεῶν ἐμὲ τὸν ἁμαρτωλὸν ἐνέπλησας·
ἐγὼ δὲ ὁ ἄθλιος τὰ ἐναντία Σοι ἀμείβομαι.
Ἀλλὰ Σύ, Κύριε,
ὡς ἔμφυτον ἔχων τῆς μακροθυμίας τὸ πέλαγος,
καὶ τῆς εὐσπλαγχνίας τὴν ἄβυσσον,
μὴ παραχωρήσῃς ἐκκοπῆναί με
ὡς τὴν συκῆν τὴν ἄκαρπον·
μὴ σπεύσῃς θερῖσαί με ἐκ τῆς ζωῆς μου ἄωρον·
μὴ ἁρπάσῃς με ἀνέτοιμον ὑπάρχοντα·
μὴ ἄρῃς με λαμπάδα μὴ ἀνάψαντα·
μὴ λάβῃς με μὴ ἔχοντα γάμου ἔνδυμα,
ἀλλ’ ὡς ἀγαθὸς καὶ φιλάνθρωπος ἐλέησόν με,
καὶ χάρισαί μοι ἔτη πρὸς μετάνοιαν·
καὶ μὴ παραστήσῃς γυμνὴν τὴν ψυχήν μου,
ἐλεεινὸν στηλίτευμα,
τῷ φοβερῷ καὶ ἀδεκάστῳ Σου βήματι,
ἀλλὰ φιλανθρώπως σπλαγχνίσθητί μοι, Κύριε,
τῷ πτωχῷ τὴν ψυχήν, τῷ ἐλεεινῷ, τῷ γυμνῷ,
τῷ ἀπόρῳ, τῷ ἀμελεῖ, τῷ ῥυπαρῷ, τῷ ἀσώτῳ,
τῷ ῥᾳθύμῳ, τῷ πεπωρωμένῳ, τῷ βεβυθισμένῳ,
τῷ κατῃσχυμμένῳ, τῷ ἁμαρτωλῷ, τῷ ἀπαρρησιάστῳ, τῷ ἀναπολογήτῳ, τῷ κατακεκριμένῳ, τῷ ἀναξίῳ,
τῷ ἀξίῳ πάσης κολάσεως καὶ τιμωρίας.
Εἰ ὁ δίκαιος μόλις σῴζεται,
ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ἐγὼ ποῦ φανοῦμαι;
Εἰ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, πῶς ἐγὼ ἡδυπαθῶν καὶ ἀκολασταίνων ὁ ἄθλιος, σωτηρίας ἀξιωθῶ;
Εἰ διὰ πολλῶν θλίψεων
ἡ βασιλεία τῶν οὐρανῶν τοῖς ἀξίοις κατακληροῦται, ποῦ ἂν ἐμοὶ κλῆρος ἀπόνως ζῶντι
καὶ ἀεὶ τὴν ἄνεσιν διώκοντι;
Οἴμοι, ψυχὴ ἀθλία, ὅτι καθ’ ἡμᾶς οὕτω διήκει!
Βραχύς ἐστιν ὁ βίος, ὀξέως παρατρέχει ὁ χρόνος πρὸς τὸν θάνατον παραπέμπων.
Πῶς ἀπολογήσῃ ἐν γνώσει ἁμαρτάνουσα;
Πῶς ὑποίσομεν τοὺς ἐλεγμούς;
Ποία ἡμᾶς φρίκη λήψεται, ὅταν ἀκούσωμεν τὴν πικρὰν ἐκείνην καὶ πλήρη πένθους ἀπόφασιν,
οὐκ οἶδα ὑμᾶς;
Πάντας ὑμᾶς παρακαλῶ, Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ
καὶ ἐλαχίστου.
Ἐκχέατε, δυσωπῶ,
τὴν δέησιν ὑπὲρ ἐμοῦ πρὸς τὸν οἰκτίρμονα Θεόν,
ἵνα ἐπιστρέψῃ μου τὴν ψυχὴν τῷ ᾅδῃ προσκολλωμένην ὑπὸ τῶν παθῶν τῆς ἀτιμίας,
ἵνα λάμψῃ τὴν ἁγίαν χάριν Αὐτοῦ ἐν αὐτῇ
καὶ φωτίσῃ μου τὴν ἐσκοτισμένην διάνοιαν·
ἵνα γένωμαι εὐπρόθυμος καὶ ἄξιος μετανοίας
τῇ δυνάμει τῶν ἁγίων εὐχῶν ὑμῶν.
Ἀλλὰ Σύ, Κύριε, σωτήρ μου, Υἱὲ τοῦ ἀληθινοῦ Θεοῦ, Σὺ ὡς οἶδας, ὡς θέλεις,
διὰ μόνην τὴν Σὴν ἀγαθότητα,
δωρεὰν ἐπίστρεψόν με
ἀπὸ τῆς ἐνούσης μοι κακίας καὶ ἀπωλείας,
καὶ ἔνθου ἐν ἐμοὶ κάλλος ἀρετῆς,
τὴν ἀπόγνωσιν τῆς ψυχῆς μου ἀποσοβήσας.
Εἰς τὸ ἔλεός Σου καταφεύγω ὁ τετραυματισμένος ἐγώ, ∆έσποτα.
∆έξαι μου τοὺς στεναγμούς,
ὡς τῆς πόρνης τὰ δάκρυα.
Μὴ βδελύξῃ με διὰ τοὺς μώλωπας τῶν πολλῶν μου ἁμαρτιῶν.
Οἶδας, ∆έσποτα,
τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως.
Μνήσθητι ὅτι ἐκ νεότητος ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρά.
Μνήσθητι ὅτι Σὺ μόνος εἶ καθαρὸς καὶ ἄχραντος
καὶ ἀμίαντος.
Ἐλέησόν με ὁ φύσει ἀγαθὸς καὶ εὔσπλαγχνος
καὶ ἐλεήμων.
Νίκησόν μου τὴν πώρωσιν καὶ ποίησον Αὐτός,
ὡς οἶδας, τὴν διόρθωσιν·
ὅτι τυραννοῦμαι ὑπὸ τῆς πονηρᾶς μου συνηθείας·
ὅτι ἀσθενής εἰμι τῇ ψυχῇ καὶ τῇ σαρκὶ καὶ τῇ γνώμῃ·
ὅτι ἐξέλιπέ μου ὁ χρόνος·
ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι μου.
Ἐγγίζει μοι τοῦ δρόμου τὸ τέλος,
καὶ αὐτὸς ἀπρόθυμός εἰμι
καὶ ἔρημος εἰς τὸ διορθώσασθαι ἐμαυτόν.
Ἀλλὰ ἄνοιξόν μοι, ∆έσποτα,
τὴν θύραν τοῦ ἐλέους Σου,
καὶ μὴ κλείσῃς μοι αὐτὴν ἀναξίως κρούοντι.
Ἔκτεινόν μοι χεῖρα βοηθείας
ἐν τῷ πελάγει τῶν παθῶν
καὶ τῶν ἡδονῶν χειμαζομένῳ.
∆ός μοι χρόνον μετανοίας καὶ σωτηρίας τρόπον.
Εἰ μὴ γὰρ Σύ, Κύριε, ποιήσεις,
ὅσα ἂν ἐγὼ θελήσω,
ἀδύνατά μοι καὶ εὐκατάλυτα πέφυκεν·
ὅσα ἂν ἐγὼ ἐγχειρήσω,
ἀνωφελῆ καὶ ἀτελείωτα τυγχάνει.
Ἰδού, Κύριε, βλέπεις τὴν ἔνστασιν τῶν ἐχθρῶν,
καὶ τὴν ἀσθένειαν τῆς ἡμετέρας φύσεως.
Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ;
Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ’ ἐμέ;
Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου
ἀπὸ κακουργίας αὐτοῦ·
καθ’ ἑκάστην γὰρ τραυματίζομαι·
ἵσταται ἐκμυκτηρίζων με.
Σῶσόν με ἕνεκεν τοῦ ἐλέους Σου,
καὶ οὐχ ἕνεκεν τῶν ἔργων μου·
πονηρὰ γὰρ εἰσί.
Μνήσθητι, Κύριε,
ὅτι τὰ ἐλέη Σου ἀπὸ τοῦ αἰῶνος εἰσὶν
ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐφηπλωμένα.
Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς,
ὡς μὴ ὢν ἀφανισθήσομαι.
Μὴ νικήσῃ ἡ ἐμὴ ῥᾳθυμία καὶ ἀφροσύνη
τὴν ἀνείκαστόν Σου φιλανθρωπίαν.
Μὴ συντάξῃς με τοῖς εὐωνύμοις ἐρίφοις,
τὸν τραχὺν τῇ ἁμαρτίᾳ, τὸν ἄθλιον,
τὸν ἀνάξιον ἐλέους.
Μὴ κρίνῃς με, ∆έσποτα,
ὡς ἀχρεῖον καὶ πονηρὸν δοῦλον,
μηδὲ συναπολέσῃς με μετὰ τῶν λεγόντων Σοι,
Κύριε, Κύριε, καὶ μὴ ποιούντων τὸ θέλημά Σου.
Πρόσδεξαι, ∆έσποτα,
καὶ εἰσάκουσον τὴν ῥυπαρὰν καὶ ἀναξίαν μου δέησιν,
ὁ σῴζων πάντας τοὺς ἐλπίζοντας ἐπὶ Σέ,
ὁ μὴ ἀποστρεφόμενος τὴν δέησιν τῶν ἁμαρτωλῶν,
ὁ διδοὺς χεῖρα τῷ χαμαὶ κειμένῳ.
Ὁδήγησόν με εἰς τὸν φόβον Σου.
∆ός μοι δάκρυα κατανύξεως,
μετάνοιαν εἰς σωτηρίαν ἄγουσαν,
ὅτι πρὸς Σὲ ἦρα τοὺς ὀφθαλμοὺς τοὺς νοεροὺς
τῆς ψυχῆς μου·
ὅτι πρὸς Σέ, Κύριε,
ἐπερρίφην ἐκ κοιλίας μητρός μου·
καὶ μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου,
ὅτι πολλοὶ οἱ οἰκτιρμοί Σου ἐπὶ πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά Σου ἐν ἀληθείᾳ·
ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πηγή: https://orthodoxfathers.com/Proseuches/Esperines-proseuches-imera