ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τετάρτη 1 Δεκεμβρίου 2021

ΑΓΙΟΣ ΠΡΟΦΗΤΗΣ ΝΑΟΥΜ

 1 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Θεσ. δ’ 1-12

     1 Τὸ λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ᾿ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· 2 οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ. 3 Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, 4 εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, 5 μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν, 6 τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. 7 οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾿ ἐν ἁγιασμῷ. 8 τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ὑμᾶς. 9 Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· 10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον 11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν, 12 ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κ’ 1-8

    1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2 καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; 3 ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ εἴπατέ μοι· 4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 6 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΠΡΟΦΗΤΗΣ ΝΑΟΥΜ

     Τήν πρώτη Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Προφήτου Ναούμ. Καταγόταν ἀπό μία περιοχή ὀνόματι Ἐλκεσέμ καί ἀπό τήν φυλή τοῦ Συμεών, ἔζησε δέ τό 460 π.Χ. Ἔδρασε μετά τόν προφήτη Ἰωνᾶ καί μάλιστα ἔδωσε σημεῖο γιά τήν Νινευΐ, ὅτι ἐπρόκειτο νά ἀφανισθεῖ ἀπό γλυκά νερά καί ἀπό ὑπόγεια φωτιά. Πράγματι ἡ προφητεία του ἐκπληρώθηκε καί ἡ λίμνη ἡ ὁποία περιτριγύριζε τήν Νινευΐ, πλημμύρισε ἐξ’ αἰτίας ἑνός σεισμοῦ καί καταπόντισε τήν πόλη, ἀλλά καί φωτιά προερχομένη ἀπό τήν ἔρημο κατέκαυσε τό ὑψηλότερο μέρος τῆς πόλεως. Συνέγραψε τίς προφητεῖες του σέ τρία κεφάλαια, ἐκοιμήθη εἰρηνικά καί ἐτάφη στήν πατρίδα του. Τό ὄνομα Ναούμ ἑρμηνεύεται “ἀνάπαυση” ἤ “παράκλησις ἐγώ πᾶσιν” ἤ “φρόνημα” ἤ “ὑπόληψις”.

 Ἀπολυτίκιον

(Ἦχος γ’. Θείας πίστεως.)

Νόμῳ ἔλαμψας, προαναγγέλλων, τάς τῆς χάριτος, Ναοὺμ Προφήτα, ὁμωνύμως παρακλήσεις ἐν Πνεύματι· δι’ ὧν ὁ Λόγος οὐσίαν τὴν βρότειον, ἐπιφανείς τοῖς ἀνθρώποις κατηύφρανεν· ὅθεν πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἠμῖν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

    Φρόνημα οὐράνιον ἐσχηκώς, οὐρανίου δόξης, ἐχρημάτισας θεωρός, βίῳ τε τὸν λόγον, Ναοὺμ ἐπισημαίνων· διὸ σὲ ὡς Προφήτην, θεῖον γεραίρομεν.