ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Δευτέρα 29 Νοεμβρίου 2021

ΑΓΙΟΣ ΠΑΡΑΜΟΝΟΣ ΚΑΙ ΤΡΙΑΚΟΣΙΟΙ ΕΒΔΟΜΗΝΤΑ ΜΑΡΤΥΡΕΣ

 29 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Θεσ. β΄ 20 – γ΄ 8

 

   20 Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.

   γ΄ 1 Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, 2 καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν, 3 τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα· 4 καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. 5 διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. 6 Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾿ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθήν, πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς, 7 διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾿ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· 8 ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκετε ἐν Κυρίῳ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιθ΄ 37-44

    37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων 38 λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. 41 καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτῇ, λέγων 42 ὅτι εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου! νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ, ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΠΑΡΑΜΟΝΟΣ ΚΑΙ ΤΡΙΑΚΟΣΙΟΙ ΕΒΔΟΜΗΝΤΑ ΜΑΡΤΥΡΕΣ

    Στίς 29 Νοεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου μάρτυρος Παραμόνου καί τῶν σύν αὐτῷ τριακοσίων ἑβδομήντα μαρτύρων. Ἔζησαν κατά τούς χρόνους τοῦ αὐτοκράτορος Δεκίου καί Ἀκυλίνου τοῦ ἄρχοντα τῆς Ἀνατολῆς τό 250. Σέ ἕναν τόπο πού ὀνομαζόταν Βαλσατία, στό στόμιο τοῦ ποταμοῦ Τίγρη ὑπῆρχε πηγή θερμῶν, ἰαματικῶν νερῶν. Σέ αὐτήν τήν πηγή λοιπόν πῆγε ὁ ἄρχοντας Ἀκυλίνος γιά νά γιατρευθεῖ ἀπό κάποια ἀσθένεια. Ὁ δυσσεβής πρόσταξε νά τόν ἀκολουθήσουν ἀπό τήν Νικομήδεια ὅσοι Χριστιανοί εἴχαν συλληφθεῖ γιά τήν πίστη τους. Ὅταν ἔφθασε στόν ναό τῆς Ἴσιδος καί προσέφερε τίς μιαρές του θυσίες, ἀπαίτησε ἀπό τούς μάρτυρες τοῦ Χριστοῦ νά προσκυνήσουν καί νά θυσιάσουν στά εἴδωλα. Ἐκείνοι ἀρνήθηκαν σθεναρά, γι’ αὐτό μέ διαταγή τοῦ ἄρχοντα ἀποκεφαλίσθηκαν ὅλοι. Συνολικά ἦταν τριακόσιοι ἑβδομήντα τόν ἀριθμό. Ὅταν εἴδε ὁ ἅγιος Παράμονος νά θανατώνονται ἄσπλαχνα οἱ μάρτυρες τοῦ Χριστοῦ, ἐξανέστη καί μεγαλοφώνως ἀνεβόησε: “Βλέπω μεγάλη ἀσέβεια, διότι ὁ μιαρός αὐτός ἄρχοντας κατέσφαξε τόσους δικαίους ἀνθρώπους καί μάλιστα ξένους, σάν νά ἦταν ἄλογα ζῶα”. Ὁ ἄρχοντας ἐξοργίστηκε καί πρόσταξε νά θανατώσουν τόν ἅγιο, χωρίς ὅμως αὐτός νά τό ἔχει πληροφορηθεῖ. Καθώς περπατοῦσε ἀμέριμνος, τόν ἔπιασαν αἰφνιδιίως καί ἄλλοι τόν χτυποῦσαν μέ λόγχες, ἄλλοι τόν τρυποῦσαν μέ κοφτερά καλάμια, ὥσπου τόν θανάτωσαν μπροστά στόν ἄρχοντα κι ἔλαβε ὁ μακάριος τόν στέφανο τοῦ μαρτυρίου, γιά να χαίρεται αἰωνίως μαζί μέ τούς τριακόσιους ἑβδομήντα μάρτυρες. Τά δέ ἅγια λείψανά του ἐνταφιάσθηκαν μαζί μέ τά ἅγια λείψανα τῶν ἄλλων μαρτύρων.

Ἀπολυτίκιον

(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)


Παράμονον μέλψωμεν σὺν Φιλουμένῳ πιστοί, ὡς θείους θεράποντας καὶ ἀθλητὰς εὐκλεεῖς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· τοῦτον γὰρ φερωνύμως ὡς φιλήσαντας ἄγαν, ᾔσχυναν δι’ ἀγώνων παρανόμων τὸ κράτος αἰτοῦντες πταισμάτων λύσιν πᾶσι καὶ ἔλεος.

Μεγαλυνάριον

    Νόμοις παραμένοντες ἱεροῖς, Παράμονε μάκαρ, καί Φιλούμενε ἀθλητά, φίλοι τοῦ Σωτῆρος, ἐδείχθητε τοῖς ἄθλοις, ἀχλύν παρανομίας διασκεδάσαντες.