ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τρίτη 30 Νοεμβρίου 2021

Ο ΑΓΙΟΣ ΦΡΟΥΜΕΝΤΙΟΣ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΙΝΔΙΑΣ

 30 Νοεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Κορ. δ’ 9-16

   9 Δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. α’ 35-52

   35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. 37 καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· 39 τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· ῥαββί· ὃ λέγεται ἑρμηνευόμενον διδάσκαλε· ποῦ μένεις; 40 λέγει αὐτοῖς· ἔρχεσθε καὶ ἴδετε. ἦλθον οὖν καὶ εἶδον ποῦ μένει καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 41 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. 42 εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστι μεθερμηνευόμενον Χριστός· 43 καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. 44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. 52 καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΦΡΟΥΜΕΝΤΙΟΣ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΙΝΔΙΑΣ

Στίς 30 Νοεμβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ ἁγίου Φρουμεντίου, Ἀρχιεπισκόπου Ἰνδίας. Ὁ ἅγιος Φρουμέντιος ἔζησε στούς χρόνους τοῦ αὐτοκράτορα Μεγάλου Κωνσταντίνου. Καταγόταν ἀπό τήν Τύρο καί μαζί μέ τόν ἀδελφό του Αἰδέσιο συνόδευσαν κάποιον φιλόσοφο στὴν Ἰνδία. Ἐπιστρέφοντας ὅμως ἔπεσαν στὰ χέρια ληστῶν καί τέλος κατέληξαν στόν βασιλέα τῆς Ἰνδίας. Αὐτός βλέποντας τήν μόρφωση καί τό εὐγενές τῆς καταγωγῆς τους, τούς διόρισε οἰκονόμους τοῦ παλατιοῦ. Ἦταν τόση ἡ ἀξιωσύνη τους πού καί ὁ γυιός τοῦ βασιλέα τούς προσέφερε ἀργότερα μεγαλύτερες τιμές. Μετά ἀπό πολλά χρόνια ζήτησαν καί πέτυχαν νά ἐπιστρέψουν στὴν πατρίδα τους. Πράγματι,ι ὁ μέν Αἰδέσιος γύρισε στήν Τύρο ὁ δέ Φρουμέντιος πῆγε στόν Ἀθανάσιο στήν Ἀλεξάνδρεια, ὅπου τοῦ ὑπέδειξε ὅτι πολλοί Ἰνδοί ἐπιθυμοῦν νά δεχθοῦν τό φῶς τοῦ Εὐαγγελίου. Ὁ Ἀθανάσιος τόν προέτρεψε νά ἀναλάβη αὐτός τόν εὐαγγελισμό τους καί ἀφοῦ τόν χειροτόνησε Ἀρχιερέα τόν ἔστειλε στήν Ἰνδία. Ἦταν δέ τόση ἡ εὐσέβειά του πού οὔτε κἄν τούς γονεῖς του δέν πῆγε νά συναντήση. Ὅταν ἔφθασε στήν Ἰνδία ἐπιδόθηκε μέ μεγάλη αὐταπάρνηση στήν διάδοση τῆς πίστεως. Ἔτσι μέ τὴν χάρη τοῦ Θεοῦ σέ σύντομο διάστημα βάπτισε ὅλη τήν Ἰνδία, ἐλευθέρωσε πολλούς ἀνθρώπους ἀπό ἀκάθαρτα πνεύματα, ἔκτισε ἐκκλησίες, χειροτόνησε ἱερεῖς καί γκρέμισε πολλούς εἰδωλολατρικούς ναούς. Ὁ μακάριος Φρουμέντιος, ἀφοῦ ὁδήγησε τούς Ἰνδούς στήν πίστη καί εὐαρέστησε τόν Χριστό μέ τά ἔργα του κοιμήθηκε ἐν Κυρίῳ, τά δέ λείψανά του παρεῖχαν ἰάσεις σέ αὐτούς πού προσέτρεχαν μέ πίστη.