ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Πέμπτη 27 Μαΐου 2021

Ο ΙΕΡΟΜΑΡΤΥΣ ΕΛΛΑΔΙΟΣ

 27 Μαΐου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ι΄ 34 – 43

     34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός, 35 ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι. 36 τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος· 37 ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης, 38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ· 39 καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.

 40 τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· 42 καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. 43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. η΄ 12-20

     12 Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς. 13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. 14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. 15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. 16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾿ ἐγὼ καὶ ὁ πέμψας με πατήρ. 17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. 18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. 19 ἔλεγον οὖν αὐτῷ· ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ᾔδειτε ἄν. 20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΙΕΡΟΜΑΡΤΥΣ ΕΛΛΑΔΙΟΣ

     Στίς 27 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἱερομάρτυρος Ἑλλαδίου, ὁ ὁποῖος ἔζησε κατὰ τοὺς χρόνους τῶν διωγμῶν. Δὲν ἔχουμε πληροφορίες γιὰ τὸν ἀκριβὴ χρόνο, ποὺ ἔδρασε. Ἔγινε Ἐπίσκοπος καὶ «ἐδίωκε ἐκ τῆς ποίμνης τοῦ Χριστοῦ τοὺς νοητοὺς λύκους, τοὺς αἱρετικοὺς δηλαδὴ καὶ τοὺς ἀσεβεῖς, τοὺς κατατρώγοντας τὰ λογικὰ πρόβατα, καθ᾽ ὅ δὲ σώφρων κυβερνήτης ἐφύλαττε τὸ σκάφος τῆς Ἐκκλησίας ἀσφαλὲς καὶ εὐθύπλουν ἔναντι τῶν κυμάτων καὶ τῶν ἐναντίον ἀνέμων». Γρήγορα ἔγινε στόχος τῶν εἰδωλολατρῶν, οἱ ὁποῖοι τὸν συνέλαβαν καὶ «τιμωρηθεὶς διὰ σκληροτέρων τιμωριῶν καὶ ραπισθείς, παρέδωκε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ καὶ οὕτως ἔλαβεν ὁ μακάριος τὸν στέφανον τοῦ Μαρτυρίου».

Ἀπολυτίκιον (Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον. )

Φερωνύμως ἐδέξω ὡς θεῖον ἔλαιον, ἱερουργίας τὴν χάριν, τῇ ἐπινεύσει Χριστοῦ, καὶ ἱέρευσας σοφῶς Πάτερ Ἑλλάδιε, καὶ Μαρτύρων κοινωνός, δι᾽ ἀγώνων ἱερῶν, γενόμενος Ἱεράρχα, καθικετεύεις ἀπαύστως ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγαλυνάριον

Ἔλεος Ἑλλάδιε θεϊκόν, ταῖς εὐπροσδέκτοις, μεσιτείαις πρὸς τὸν Θεόν, βλῦσον Ἱεράρχα, τοῖς πίστει εὐφημοῦσι, τῶν σῶν ἀγωνισμάτων, τὴν θείαν ἄθλησιν.