ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τετάρτη 2 Δεκεμβρίου 2020

Ο ΑΓΙΟΣ ΠΡΟΦΗΤΗΣ ΑΒΒΑΚΟΥΜ

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Τιμ. α΄ 18-20, β΄ 8-15

     Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν· ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ᾿ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν. Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾿ εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κ΄ 1-8

     Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ εἴπατέ μοι· τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΠΡΟΦΗΤΗΣ ΑΒΒΑΚΟΥΜ

     Στίς 2 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου προφήτου Ἀββακούμ. Ὁ προφήτης Ἀββακούμ καταγόταν ἀπό τήν φυλή τοῦ πατριάρχου Συμεών, ἔζησε στήν Ἱερουσαλήμ περί τό 600 π.Χ. περίπου καί ἦταν γιός τοῦ Σαφάτ. Προεῖδε τήν αἰχμαλωσία καί τήν ἅλωση τῆς πόλεως τῆς Ἱερουσαλήμ καί τήν καταστροφή τοῦ Ναοῦ τοῦ Θεοῦ ἀπό τούς Βαβυλωνίους. Στό ὁμωνυμο βιβλίο ὁ προφήτης προσπαθεῖ νά ἐξιχνιάση τόν τρόπο μέ τόν ὁποῖο ὁ Θεός κατευθύνει τήν ἱστορία. Ὁ προφήτης πονάει γιά τήν δυστυχία τοῦ λαοῦ τοῦ Ἰσραήλ καί τόν ἀπασχολεῖ γιατί ὁ Θεός ἐπιτρέπει τήν ἐπικράτηση τῆς ἀδικίας, τήν ἀδυναμία του νά ὑπερασπισθῆ τούς πιστούς του. Ἡ ἀπάντηση πού παίρνει ἀπό τόν Θεό εἶναι ὅτι ὁ Θεός μέσα ἀπό ἀνεξιχνίαστους γιά τόν ἄνθρωπο δρόμους προετοιμάζει τήν τελική νίκη τοῦ δικαίου. Ὁ ὑπερήφανος καί ἀλαζόνας τύραννος, σύμφωνα μέ τόν προφήτη θά καταστραφῆ καί ὁ δίκαιος διά τῆς πίστεως θά ζήση. Πίστη ἀσάλευτη πρός τόν παντοδύναμο Θεό ζητᾶ ὁ Ἀββακούμ ἀπό τούς Ἰουδαίους, ἀναπτερώνοντας συγχρόνως τίς ἐλπίδες τοῦ λαοῦ τοῦ Ἰσραήλ πρός τήν μέλλουσα λύτρωση. Ἔτσι ἡ διαβεβαίωση ὅτι ὁ δίκαιος θά ζήση χάρη στήν ἐμπιστοσύνη στόν Θεό, θά καταστῆ βασική διδασκαλία τοῦ προφήτου Ἀββακούμ. Τόν δέ Θεό ὁ προφήτης τόν δέχεται ὡς τόν ἀπόλυτο δεσπότη τῆς φύσεως καί τόν μόνο κύριο τῆς ἱστορίας. Τά δέ δεινά πού ἐπιτρέπει ὁ Θεός στόν λαό του ἀλλά καί στά ἄλλα ἔθνη ἀπό τούς Βαβυλωνίους ὀφείλονται στίς ἁμαρτίες τους, τούς δές Βαβυλωνίους ὁ Θεός στό τέλος θά τούς ἐξολοθρεύση ἐξ αἰτίας τῆς καταπάτησης τῶν ἠθικῶν νόμων ἐκ μέρους τους.