
Τὸ Θεῖον τέλειόν ἐστι καὶ ἀνελλιπές, κατά γε ἀγαθότητα, κατά τε σοφίαν, κατά τε δύναμιν· ἄναρχον, ἀτελεύτητον, ἀΐδιον, ἀπερίγραπτον· καὶ ἁπλῶς εἰπεῖν, κατὰ πάντα τέλειον· εἰ οὖν πολλοὺς ἐροῦμεν θεούς, ἀνάγκη διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι· εἰ γὰρ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλον ἐστὶ καὶ οὐ πολλοί· εἰ δὲ διαφορὰ ἐν αὐτοῖς, ποῦ ἡ τελειότης; εἴτε γὰρ κατὰ ἀγαθότητα, εἴτε κατὰ δύναμιν, εἴτε κατὰ σοφίαν, εἴτε κατὰ χρόνον, εἴτε κατὰ τόπον, ὑστερήσει τοῦ τελείου, οὐκ ἂν εἴη θεός· ἡ δὲ διὰ πάντων ταυτότης, ἕνα μᾶλλον δείκνυσι καὶ οὐ πολλούς· πῶς δὲ καὶ πολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἄν εἴη ὁ ἕτερος. πῶς δὲ ὑπὸ πολλῶν κυβερνηθήσεται ὁ κόσμος, καὶ οὐ διαλυθήσεται, καὶ διαφθαρήσεται, μάχης ἐν τοῖς κυβερνῶσι θεωρουμένης; ἡ γὰρ διαφορά, ἐναντίωσιν εἰσάγει· εἰ δὲ εἴποι τις· ὅτι ἕκαστος μέρους ἄρχει· τί τὸ τάξαν, καὶ τὴν διανομὴν αὐτοῖς ποιησάμενον; ἐκεῖνο γὰρ μᾶλλον ἂν εἴη Θεός· εἷς τοίνυν ἐστὶ Θεός, τέλειος, ἀπερίγραπτος, τοῦ παντὸς ποιητής, συνοχεύς τε, καὶ κυβερνήτης, ὑπερτελὴς καὶ προτέλειος· πρὸς δὲ καὶ φυσικὴ ἀνάγκη, μονάδα εἶναι, δυάδος ἀρχήν.
--------------
Ἁγίου Ἰωάννου Δαμασκηνοῦ, Περὶ Ὀρθοδόξου Πίστεως, ἐκδ. Νεκτ. Παναγόπουλος [ἐπίσης στὴν Ἑλληνικὴ Πατρολογία (Patrologiae Graecae) τοῦ Μίνιε (J.-P. Migne), Ἔκδοσις ἀκριβὴς τῆς Ὀρθοδόξου Πίστεως, PG 94,793], σ. 7.